Humanitext Reader

希罗多德 · 历史 §3.1.1-3.1.5

冈比西斯远征埃及的起因与阿玛西斯的欺瞒

第 405 段,共 1577 段 · 希腊语

内容简介

讲述了居鲁士之子冈比西斯远征埃及的背景,包括一名埃及眼医因怨恨而献策,以及阿玛西斯用前任国王之女尼特提斯假冒自己女儿送往波斯的骗局被揭穿。

§3.1.1ἐπὶ τοῦτον δὴ τὸν Ἄμασιν Καμβύσης ὁ Κύρου ἐστρατεύετο, ἄγων καί ἄλλους τῶν ἦρχε καὶ Ἑλλήνων Ἴωνάς τε καὶ Αἰολέας, διʼ αἰτίην τοιήνδε.
正是在这位阿玛西斯的统治时期,居鲁士之子冈比西斯发动了远征,他率领着他所统治的其他民族,以及希腊人中的伊奥尼亚人和埃奥利斯人,其原因如下。
πέμψας Καμβύσης ἐς Αἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρα, αἴτεε δὲ ἐκ βουλῆς ἀνδρὸς Αἰγυπτίου, ὃς μεμφόμενος Ἄμασιν ἔπρηξε ταῦτα ὅτι μιν ἐξ ἁπάντων τῶν ἐν Αἰγύπτῳ ἰητρῶν ἀποσπάσας ἀπὸ γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησε ἐς Πέρσας, ὅτε Κῦρος πέμψας παρὰ Ἄμασιν αἴτεε ἰητρὸν ὀφθαλμῶν ὃς εἴη ἄριστος τῶν ἐν Αἰγύπτῳ.
冈比西斯向埃及派去一名使者,向阿玛西斯索要他的女儿;而他之所以这样要求,是出于一个埃及男子的主意。 这个埃及人因对阿玛西斯怀恨在心而策划了此事,因为此前居鲁士曾向阿玛西斯派去使者,请求推荐一名埃及最优秀的眼科医生,而阿玛西斯却在埃及所有的医生中单单将他从妻子和孩子身边夺走,送往波斯。
§3.1.2ταῦτα δὴ ἐπιμεμφόμενος ὁ Αἰγύπτιος ἐνῆγε τῇ συμβουλῇ κελεύων αἰτέειν τὸν Καμβύσεα Ἄμασιν θυγατέρα, ἵνα ἢ δοὺς ἀνιῷτο ἢ μὴ δοὺς Καμβύσῃ ἀπέχθοιτο.
这个对旧事怀恨在心的埃及人便用这个主意去怂恿冈比西斯,让他向阿玛西斯索要女儿,目的是为了让阿玛西斯要么因被迫送出女儿而痛苦,要么因拒绝送出而遭到冈比西斯的憎恨。
ὁ δὲ Ἄμασις τῇ δυνάμι τῶν Περσέων ἀχθόμενος καὶ ἀρρωδέων οὐκ εἶχε οὔτε δοῦναι οὔτε ἀρνήσασθαι· εὖ γὰρ ἠπίστατο ὅτι οὐκ ὡς γυναῖκά μιν ἔμελλε Καμβύσης ἕξειν ἀλλʼ ὡς παλλακήν.
而阿玛西斯因对波斯人的势力感到苦恼和畏惧,既无法送出,也无法拒绝;因为他非常清楚,冈比西斯并不是要娶她为妻,而是要纳她为妾。
§3.1.3ταῦτα δὴ ἐκλογιζόμενος ἐποίησε τάδε.
经过这番权衡之后,他采取了如下行动。
ἦν Ἀπρίεω τοῦ προτέρου βασιλέος θυγάτηρ κάρτα μεγάλη τε καὶ εὐειδὴς μούνη τοῦ οἴκου λελειμμένη, οὔνομα δέ οἱ ἦν Νίτητις·
前任国王阿普里伊斯有一个女儿,身材高大且容貌美丽,是该家族唯一幸存的人,她的名字叫尼特提斯。
ταύτην δὴ τὴν παῖδα ὁ Ἄμασις κοσμήσας ἐσθῆτί τε καὶ χρυσῷ ἀποπέμπει ἐς Πέρσας ὡς ἑωυτοῦ θυγατέρα.
阿玛西斯用华丽的衣服和黄金将这个姑娘装扮起来,作为自己的女儿送往波斯。
§3.1.4μετὰ δὲ χρόνον ὥς μιν ἠσπάζετο πατρόθεν ὀνομάζων, λέγει πρὸς αὐτὸν ἡ παῖς ὦ βασιλεῦ, διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις.
过了一段时间,当冈比西斯用她父亲的名字称呼并亲切地迎接她时,这姑娘对他说: “大王,你被阿玛西斯欺骗了却还不自知。
ὃς ἐμὲ σοὶ κόσμῳ ἀσκήσας ἀπέπεμψε ὡς ἑωυτοῦ θυγατέρα διδούς, ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω, τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετʼ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε.
他用华丽的装饰把我打扮起来,送来给你,假称是他的女儿送给您,但我实际上是阿普里伊斯的女儿,而阿普里伊斯曾是他的主人,他却伙同埃及人造反并杀害了他。
§3.1.5τοῦτο δὴ τὸ ἔπος καὶ αὕτη ἡ αἰτίη ἐγγενομένη ἤγαγε Καμβύσεα τὸν Κύρου μεγάλως θυμωθέντα ἐπʼ Αἴγυπτον.
” 正是这句话以及由此产生的原因,使居鲁士之子冈比西斯勃然大怒,挥师直指埃及。

词汇与语法注释

  1. §3.1.1αἴτεε Ἄμασιν θυγατέρα — 动词 αἰτέω(要求)采取双宾格结构:被要求的人(Ἄμασιν)和所要求的事物(θυγατέρα)均用宾格。
  2. §3.1.2οὐκ εἶχε οὔτε δοῦναι οὔτε ἀρνήσασθαι — 动词 ἔχω 后接不定式表示“能够”,在此处与否定词 οὐκ 连用,表示“既不能给,也不能拒绝”。
  3. §3.1.4διαβεβλημένος ὑπὸ Ἀμάσιος οὐ μανθάνεις — 动词 μανθάνω(理解、察觉)搭配补充性分词,表示“察觉到自己正在……”。在此处与否定词连用,表示“你没有察觉到自己被阿玛西斯欺骗了”。分词 διαβεβλημένος 为主格,与主语(第二人称单数)一致。
  4. §3.1.4ἐοῦσαν τῇ ἀληθείῃ Ἀπρίεω — 接续分词 ἐοῦσαν(是)为阴性宾格单数,修饰前句中的 ἐμέ(我)。人名属格 Ἀπρίεω(阿普里伊斯的)省略了名词 θυγατέρα(女儿),表示属格占有,意为“实际上是阿普里伊斯的女儿(的我)”。
  5. §3.1.4τὸν ἐκεῖνος ἐόντα ἑωυτοῦ δεσπότεα μετʼ Αἰγυπτίων ἐπαναστὰς ἐφόνευσε — 关系代词 τὸν 为宾格,指代先行词 Ἀπρίεω(阿普里伊斯)。分词 ἐόντα(是)为宾格,修饰 τὸν,表示让步:“尽管他(阿普里伊斯)曾是其(阿玛西斯)的主人”。

引用这一段

希罗多德, 历史 §3.1.1-3.1.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:3.1.1-3.1.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。