§2.65.1Αἰγύπτιοι δὲ θρησκεύουσι περισσῶς τά τε ἄλλα περὶ τὰ ἱρὰ καὶ δὴ καὶ τάδε.
埃及人在对待神圣事物的其他各个方面,尤其是以下方面,都极其虔诚地遵守宗教仪式。
§2.65.2ἐοῦσα ἡ Αἴγυπτος ὅμουρος τῇ Λιβύῃ οὐ μάλα θηριώδης ἐστί·
埃及虽然与利比亚接壤,但野兽并不很多。
τὰ δὲ ἐόντα σφι ἅπαντα ἱρὰ νενόμισται, καὶ τὰ μὲν σύντροφα αὐτοῖσι τοῖσι ἀνθρώποισι, τὰ δὲ οὔ.
然而,那里存在的所有兽类都被视为神圣,其中有些与人类共同生活,有些则不然。
τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ θηρία ἱρὰ εἰ λέγοιμι, καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα, τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγέεσθαι·
如果我要说明这些野兽为何被奉为神圣的理由,我的叙述就会深入到神灵的事务中,而这是我最极力避免讲述的。
τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιψαύσας, ἀναγκαίῃ καταλαμβανόμενος εἶπον.
即使我之前稍微触及并提到过这些神灵事务,那也是在迫于无奈的情况下才说的。
§2.65.3νόμος δὲ ἐστὶ περὶ τῶν θηρίων ὧδε ἔχων· μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων, τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν.
关于野兽有如下的法律:每个种类的饲养工作,都由埃及人的男女分别担任看管人,这一职务由子承父业、世代相传。
§2.65.4οἳ δὲ ἐν τῇσι πόλισι ἕκαστοι εὐχὰς τάσδε σφι ἀποτελέουσι· εὐχόμενοι τῷ θεῷ τοῦ ἂν ᾖ τὸ θηρίον, ξυρῶντες τῶν παιδίων ἢ πᾶσαν τὴν κεφαλὴν ἢ τὸ ἥμισυ ἢ τὸ τρίτον μέρος τῆς κεφαλῆς, ἱστᾶσι σταθμῷ πρὸς ἀργύριον τὰς τρίχας·
城市里的居民各自以如下方式向它们履行誓愿:他们向该野兽所代表的神明祈祷,剃去孩子们全部、或一半、或三分之一的头发,然后用天平称量头发与银子的重量。
τὸ δʼ ἂν ἑλκύσῃ, τοῦτο τῇ μελεδωνῷ τῶν θηρίων διδοῖ, ἣ δὲ ἀντʼ αὐτοῦ τάμνουσα ἰχθῦς παρέχει βορὴν τοῖσι θηρίοισι.
称得多少重量的银子,他们就将其交给野兽的看管人,看管人则用这笔钱切碎鱼肉,作为食物喂给野兽。
§2.65.5τροφὴ μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται·
它们的饲养方式确实是这样规定的。
τὸ δʼ ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ, ἢν μὲν ἑκών, θάνατος ἡ ζημίη, ἢν δὲ ἀέκων, ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται.
如果有人杀死了这些野兽中的任何一只,若是故意的,处罚就是死刑;若非故意,则缴纳由祭司们规定的罚金。
ὃς δʼ ἂν ἶβιν ἢ ἴρηκα ἀποκτείνῃ, ἤν τε ἑκὼν ἤν τε ἀέκων, τεθνάναι ἀνάγκη.
但如果有人杀死了朱鹭或鹰,无论是故意还是无意,都必须处以死刑。