§2.65.1Αἰγύπτιοι δὲ θρησκεύουσι περισσῶς τά τε ἄλλα περὶ τὰ ἱρὰ καὶ δὴ καὶ τάδε.
The Egyptians are excessively religious both in other matters concerning sacred things and especially in the following.
§2.65.2ἐοῦσα ἡ Αἴγυπτος ὅμουρος τῇ Λιβύῃ οὐ μάλα θηριώδης ἐστί· τὰ δὲ ἐόντα σφι ἅπαντα ἱρὰ νενόμισται, καὶ τὰ μὲν σύντροφα αὐτοῖσι τοῖσι ἀνθρώποισι, τὰ δὲ οὔ.
Egypt, though bordering on Libya, is not very rich in wild beasts; but all those that exist there are held sacred, some being associated with humans and others not.
τῶν δὲ εἵνεκεν ἀνεῖται τὰ θηρία ἱρὰ εἰ λέγοιμι, καταβαίην ἂν τῷ λόγῳ ἐς τὰ θεῖα πρήγματα, τὰ ἐγὼ φεύγω μάλιστα ἀπηγέεσθαι·
If I were to explain the reasons why the beasts are consecrated as sacred, my discourse would descend into divine matters, which I am most anxious to avoid narrating.
τὰ δὲ καὶ εἴρηκα αὐτῶν ἐπιψαύσας, ἀναγκαίῃ καταλαμβανόμενος εἶπον.
Even the things of this kind that I have mentioned by touching upon them, I have spoken of only under the pressure of necessity.
§2.65.3νόμος δὲ ἐστὶ περὶ τῶν θηρίων ὧδε ἔχων· μελεδωνοὶ ἀποδεδέχαται τῆς τροφῆς χωρὶς ἑκάστων καὶ ἔρσενες καὶ θήλεαι τῶν Αἰγυπτίων, τῶν παῖς παρὰ πατρὸς ἐκδέκεται τὴν τιμήν.
There is a law concerning the wild beasts which runs thus: keepers are appointed for the feeding of each kind, both men and women of the Egyptians, whose office is inherited from father to son.
§2.65.4οἳ δὲ ἐν τῇσι πόλισι ἕκαστοι εὐχὰς τάσδε σφι ἀποτελέουσι· εὐχόμενοι τῷ θεῷ τοῦ ἂν ᾖ τὸ θηρίον, ξυρῶντες τῶν παιδίων ἢ πᾶσαν τὴν κεφαλὴν ἢ τὸ ἥμισυ ἢ τὸ τρίτον μέρος τῆς κεφαλῆς, ἱστᾶσι σταθμῷ πρὸς ἀργύριον τὰς τρίχας· τὸ δʼ ἂν ἑλκύσῃ, τοῦτο τῇ μελεδωνῷ τῶν θηρίων διδοῖ, ἣ δὲ ἀντʼ αὐτοῦ τάμνουσα ἰχθῦς παρέχει βορὴν τοῖσι θηρίοισι.
And the inhabitants of the cities, each of them, pay their vows to them in the following manner: praying to the god to whom the beast belongs, they shave either the whole head of their children, or the half, or the third part of the head, and then weigh the hair in a balance against silver; and whatever weight it draws, this they give to the keeper of the beasts, who in return cuts up fish and provides it as food for the beasts.
§2.65.5τροφὴ μὲν δὴ αὐτοῖσι τοιαύτη ἀποδέδεκται·
Such, then, is the food appointed for them.
τὸ δʼ ἄν τις τῶν θηρίων τούτων ἀποκτείνῃ, ἢν μὲν ἑκών, θάνατος ἡ ζημίη, ἢν δὲ ἀέκων, ἀποτίνει ζημίην τὴν ἂν οἱ ἱρέες τάξωνται.
And if anyone kills one of these beasts, if he does so voluntarily, the penalty is death, but if involuntarily, he pays such a penalty as the priests may ordain.
ὃς δʼ ἂν ἶβιν ἢ ἴρηκα ἀποκτείνῃ, ἤν τε ἑκὼν ἤν τε ἀέκων, τεθνάναι ἀνάγκη.
But whoever kills an ibis or a hawk, whether voluntarily or involuntarily, must die.