§2.64.1καὶ τὸ μὴ μίσγεσθαι γυναιξὶ ἐν ἱροῖσι μηδὲ ἀλούτους ἀπὸ γυναικῶν ἐς ἱρὰ ἐσιέναι οὗτοι εἰσὶ οἱ πρῶτοι θρησκεύσαντες.
此外,规定在神殿中不得与妇女交合,以及与妇女交合后未洗净身体不得进入神殿,他们是最先将此作为宗教禁忌来遵守的人。
οἱ μὲν γὰρ ἄλλοι σχεδὸν πάντες ἄνθρωποι, πλὴν Αἰγυπτίων καὶ Ἑλλήνων, μίσγονται ἐν ἱροῖσι καὶ ἀπὸ γυναικῶν ἀνιστάμενοι ἄλουτοι ἐσέρχονται ἐς ἱρόν, νομίζοντες ἀνθρώπους εἶναι κατά περ τὰ ἄλλα κτήνεα· §2.64.2καὶ γὰρ τὰ ἄλλα κτήνεα ὁρᾶν καὶ ὀρνίθων γένεα ὀχευόμενα ἔν τε τοῖσι νηοῖσι τῶν θεῶν καὶ ἐν τοῖσι τεμένεσι·
因为除了埃及人和希腊人之外,几乎所有其他的人都在神殿里交合,并且在与妇女同房后未洗净便进入神殿,认为人类就像其他野兽一样;因为他们确实看到其他野兽和各种鸟类在神明的神殿和圣域中交配。
εἰ ὦν εἶναι τῷ θεῷ τοῦτο μὴ φίλον, οὐκ ἂν οὐδὲ τὰ κτήνεα ποιέειν.
因此,如果这件事不为神所喜,野兽们也就不会这样做了。
οὗτοι μέν νυν τοιαῦτα ἐπιλέγοντες ποιεῦσι ἔμοιγε οὐκ ἀρεστά·
如今,他们用这样的理由辩解,做着我绝不能赞同的事。