§2.47.1ὗν δὲ Αἰγύπτιοι μιαρὸν ἥγηνται θηρίον εἶναι, καὶ τοῦτο μὲν ἤν τις ψαύσῃ αὐτῶν παριὼν αὐτοῖσι τοῖσι ἱματίοισι ἀπʼ ὦν ἔβαψε ἑωυτὸν βὰς ἐς τὸν ποταμόν· τοῦτο δὲ οἱ συβῶται ἐόντες Αἰγύπτιοι ἐγγενέες ἐς ἱρὸν οὐδὲν τῶν ἐν Αἰγύπτῳ ἐσέρχονται μοῦνοι πάντων, οὐδέ σφι ἐκδίδοσθαι οὐδεὶς θυγατέρα ἐθέλει οὐδʼ ἄγεσθαι ἐξ αὐτῶν, ἀλλʼ ἐκδίδονταί τε οἱ συβῶται καὶ ἄγονται ἐξ ἀλλήλων.
然而,埃及人将猪视为不洁的野兽。 一方面,如果有人在走过时碰到了猪,甚至连衣服也碰到了,他就会走到河里,把连同衣服在内的自己浸泡在水中;另一方面,唯独猪倌们——尽管他们是土生土长的埃及人——不能进入埃及的任何神庙,也没有人愿意把女儿嫁给他们,或者从他们那里娶妻,猪倌们只能在他们彼此之间进行婚配。
§2.47.2τοῖσι μέν νυν ἄλλοισι θεοῖσι θύειν ὗς οὐ δικαιοῦσι Αἰγύπτιοι, Σελήνῃ δὲ καὶ Διονύσῳ μούνοισι τοῦ αὐτοῦ χρόνου, τῇ αὐτῇ πανσελήνῳ, τοὺς ὗς θύσαντες πατέονται τῶν κρεῶν.
埃及人认为向其他神明献祭猪是不妥的,但唯独对月神和狄奥尼索斯,在同一时期,即在同一满月之日,他们才献祭猪并食用其肉。
διότι δὲ τοὺς ὗς ἐν μὲν τῇσι ἄλλῃσι ὁρτῇσι ἀπεστυγήκασι ἐν δὲ ταύτῃ θύουσι, ἔστι μὲν λόγος περὶ αὐτοῦ ὑπʼ Αἰγυπτίων λεγόμενος, ἐμοὶ μέντοι ἐπισταμένῳ οὐκ εὐπρεπέστερος ἐστὶ λέγεσθαι.
至于为什么他们在其他节日中厌恶猪,却唯独在这一节日中献祭,埃及人中流传着一个说法;然而,对于知晓这一说法的我来说,它并不大适合被说出来。
§2.47.3θυσίη δὲ ἥδε τῶν ὑῶν τῇ Σελήνῃ ποιέεται· ἐπεὰν θύσῃ, τὴν οὐρὴν ἄκρην καὶ τὸν σπλῆνα καὶ τὸν ἐπίπλοον συνθεὶς ὁμοῦ κατʼ ὦν ἐκάλυψε πάσῃ τοῦ κτήνεος τῇ πιμελῇ τῇ περὶ τὴν νηδὺν γινομένῃ, καὶ ἔπειτα καταγίζει πυρί· τὰ δὲ ἄλλα κρέα σιτέονται ἐν τῇ πανσελήνῳ ἐν τῇ ἂν τὰ ἱρὰ θύσωσι, ἐν ἄλλῃ δὲ ἡμέρῃ οὐκ ἂν ἔτι γευσαίατο.
向月神献祭猪的仪式是这样进行的:献祭时,人们将尾巴尖、脾脏和大网膜合在一起,用该野兽腹部周围的所有脂肪将其完全包裹起来,然后用火烧尽;其余的肉则在他们献祭的那个满月之日吃掉,在其他任何日子里,他们绝不会再尝一口。
οἱ δὲ πένητες αὐτῶν ὑπʼ ἀσθενείης βίου σταιτίνας πλάσαντες ὗς καὶ ὀπτήσαντες ταύτας θύουσι.
他们中的穷人由于生活窘迫,便用面团捏成猪的形状,烘烤后用来献祭。