Humanitext Reader

希罗多德 · 历史 §2.46.1-2.46.4

门德斯的潘神崇拜与不杀山羊的习俗

第 262 段,共 1577 段 · 希腊语

内容简介

解释了门德斯地方的埃及人不以山羊为献祭的原因,指出他们虽然将潘神描绘为山羊形态,却不认为其真实本相如此,并叙述了作者在当地亲历的一桩公山羊与女人公开交配的异事。

§2.46.1τὰς δὲ δὴ αἶγας καὶ τοὺς τράγους τῶνδε εἵνεκα οὐ θύουσι Αἰγυπτίων οἱ εἰρημένοι· τὸν Πᾶνα τῶν ὀκτὼ θεῶν λογίζονται εἶναι οἱ Μενδήσιοι, τοὺς δὲ ὀκτὼ θεοὺς τούτους προτέρους τῶν δυώδεκα θεῶν φασι γενέσθαι.
至于上述埃及人不以牝山羊和公山羊作为牺牲献祭,其原因如下:门德斯的居民将潘神视为最初八位神明之一,并且他们说,这八位神明要早于那十二位神明产生。
§2.46.2γράφουσί τε δὴ καὶ γλύφουσι οἱ ζωγράφοι καὶ οἱ ἀγαλματοποιοὶ τοῦ Πανὸς τὤγαλμα κατά περ Ἕλληνες αἰγοπρόσωπον καὶ τραγοσκελέα, οὔτι τοιοῦτον νομίζοντες εἶναί μιν ἀλλὰ ὁμοῖον τοῖσι ἄλλοισι θεοῖσι·
因此,画家和雕刻家们就像希腊人一样,把潘神的造像描绘或雕刻成山羊面孔和公山羊腿的样子,这绝非因为他们认为潘神真的是这种形象,而是认为他与其他神明相似。
ὅτευ δὲ εἵνεκα τοιοῦτον γράφουσι αὐτόν, οὔ μοι ἥδιον ἐστὶ λέγειν.
至于他们为什么把他描绘成这个样子,我并不乐意说出来。
§2.46.3σέβονται δὲ πάντας τοὺς αἶγας οἱ Μενδήσιοι, καὶ μᾶλλον τοὺς ἔρσενας τῶν θηλέων, καὶ τούτων οἱ αἰπόλοι τιμὰς μέζονας ἔχουσι· ἐκ δὲ τούτων ἕνα μάλιστα, ὅστις ἐπεὰν ἀποθάνῃ, πένθος μέγα παντὶ τῷ Μενδησίῳ νομῷ τίθεται.
门德斯的居民崇敬所有的山羊,而且崇敬公山羊甚于牝山羊,这些山羊的牧人也享有更高的荣誉;而在这些山羊中,尤其有一只,每当它死去时,整个门德斯省都会举行盛大的哀悼。
§2.46.4καλέεται δὲ ὅ τε τράγος καὶ ὁ Πὰν Αἰγυπτιστὶ Μένδης.
在埃及语中,公山羊和潘神都被称为门德斯。
ἐγένετο δὲ ἐν τῷ νομῷ τούτῳ ἐπʼ ἐμεῦ τοῦτο τὸ τέρας· γυναικὶ τράγος ἐμίσγετο ἀναφανδόν.
在我的时代,这个省内曾发生过这样一桩异事:一只公山羊公开与一个女人交配。
τοῦτο ἐς ἐπίδεξιν ἀνθρώπων ἀπίκετο.
这件事被暴露在众人的眼前。

词汇与语法注释

  1. 2.46.1τῶνδε εἵνεκα — τῶνδε 是前指代词,指向后面将要给出的解释(如潘神是八神之一等)。εἵνεκα 是 Ionic 方言中相当于 Attic 方言 ἕνεκα 的后置介词,支配属格。
  2. 2.46.2αἰγοπρόσωπον καὶ τραγοσκελέα — 虽然 ἄγαλμα 是中性名词,但此处使用了 αἰγοπρόσωπον(中性宾格单数)和 τραγοσκελέα(男性宾格单数,为 τραγοσκελῆ 的收缩形)。这种阳性形式直接反映了造像所代表的神明(潘神)的自然性别。
  3. 2.46.2οὔτι τοιοῦτον νομίζοντες εἶναί μιν — μιν 是 Ionic 方言中的第三人称单数宾格代名词,相当于 Attic 方言的 αὐτόν,作不定式 εἶναι 的主语。νομίζοντες 是分词,修饰主句的主语。
  4. 2.46.2ὅτευ δὲ εἵνεκα — ὅτευ 是 Ionic 方言中关系/疑问代词 ὅστις 的单数属格形式(相当于 Attic 方言的 ὅτου),与 εἵνεκα 一起引导间接疑问句。
  5. 2.46.3τούτων οἱ αἰπόλοι — τούτων 是指代山羊(尤其是公山羊)的属格代词。它指出“这些山羊的牧人”享有更高的荣誉,反映出在埃及由于山羊的神圣性,山羊牧人这一职业具有特殊的地位。
  6. 2.46.4τοῦτο ἐς ἐπίδεξιν ἀνθρώπων ἀπίκετο — ἀπίκετο 是 Ionic 方言中相当于 Attic 方言的 ἀφίκετο。字面意思是“这件事达到了人们的展示前”,表示该事件公之于众,并被许多人目击。

引用这一段

希罗多德, 历史 §2.46.1-2.46.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.46.1-2.46.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。