§2.47.1ὗν δὲ Αἰγύπτιοι μιαρὸν ἥγηνται θηρίον εἶναι, καὶ τοῦτο μὲν ἤν τις ψαύσῃ αὐτῶν παριὼν αὐτοῖσι τοῖσι ἱματίοισι ἀπʼ ὦν ἔβαψε ἑωυτὸν βὰς ἐς τὸν ποταμόν· τοῦτο δὲ οἱ συβῶται ἐόντες Αἰγύπτιοι ἐγγενέες ἐς ἱρὸν οὐδὲν τῶν ἐν Αἰγύπτῳ ἐσέρχονται μοῦνοι πάντων, οὐδέ σφι ἐκδίδοσθαι οὐδεὶς θυγατέρα ἐθέλει οὐδʼ ἄγεσθαι ἐξ αὐτῶν, ἀλλʼ ἐκδίδονταί τε οἱ συβῶται καὶ ἄγονται ἐξ ἀλλήλων. §2.47.2τοῖσι μέν νυν ἄλλοισι θεοῖσι θύειν ὗς οὐ δικαιοῦσι Αἰγύπτιοι, Σελήνῃ δὲ καὶ Διονύσῳ μούνοισι τοῦ αὐτοῦ χρόνου, τῇ αὐτῇ πανσελήνῳ, τοὺς ὗς θύσαντες πατέονται τῶν κρεῶν. διότι δὲ τοὺς ὗς ἐν μὲν τῇσι ἄλλῃσι ὁρτῇσι ἀπεστυγήκασι ἐν δὲ ταύτῃ θύουσι, ἔστι μὲν λόγος περὶ αὐτοῦ ὑπʼ Αἰγυπτίων λεγόμενος, ἐμοὶ μέντοι ἐπισταμένῳ οὐκ εὐπρεπέστερος ἐστὶ λέγεσθαι. §2.47.3θυσίη δὲ ἥδε τῶν ὑῶν τῇ Σελήνῃ ποιέεται· ἐπεὰν θύσῃ, τὴν οὐρὴν ἄκρην καὶ τὸν σπλῆνα καὶ τὸν ἐπίπλοον συνθεὶς ὁμοῦ κατʼ ὦν ἐκάλυψε πάσῃ τοῦ κτήνεος τῇ πιμελῇ τῇ περὶ τὴν νηδὺν γινομένῃ, καὶ ἔπειτα καταγίζει πυρί· τὰ δὲ ἄλλα κρέα σιτέονται ἐν τῇ πανσελήνῳ ἐν τῇ ἂν τὰ ἱρὰ θύσωσι, ἐν ἄλλῃ δὲ ἡμέρῃ οὐκ ἂν ἔτι γευσαίατο. οἱ δὲ πένητες αὐτῶν ὑπʼ ἀσθενείης βίου σταιτίνας πλάσαντες ὗς καὶ ὀπτήσαντες ταύτας θύουσι.
エジプト人は豚を不浄な獣と考えている。そのため、もし誰かが通りがかりに、着ている衣服のままであっても豚に触れてしまったならば、その者は川へ行って自分を水に浸す。また、エジプトの土着の者である豚飼いたちは、エジプトのすべての神殿に立ち入ることを許されない唯一の人々であり、誰も彼らに娘を嫁がせようとはせず、また彼らから妻を娶ろうともしない。そのため、豚飼いたちは自分たちの間だけで娘を嫁がせ、妻を娶るのである。エジプト人は他の神々には豚を犠牲として捧げることをよしとしないが、月とディオニュソスに対してだけは、同じ時期、すなわち同じ満月の日に豚を犠牲として捧げ、その肉を食べる。なぜ彼らが他の祭りでは豚を忌み嫌いながら、この祭りにおいてだけは犠牲にするのかについては、エジプト人の間で語られている話がある。しかし、それを知っている私としては、その話を語ることはあまり穏当ではない。月への豚の犠牲は次のように行われる。犠牲を捧げるとき、尾の先端、脾臓、そして大網を一緒に集め、その獣の腹の周りにあるすべての脂肪で完全に覆い、それから火で焼き尽くす。残りの肉は、犠牲を捧げたその満月の日に彼らは食べるが、他の日にはもはや口にすることはない。彼らのうち貧しい者たちは、暮らしが困窮しているために、小麦粉の生地で豚の形を形作り、それを焼いて犠牲として捧げるのである。