§2.48.1τῷ δὲ Διονύσῳ τῆς ὁρτῆς τῇ δορπίῃ χοῖρον πρὸ τῶν θυρέων σφάξας ἕκαστος διδοῖ ἀποφέρεσθαι τὸν χοῖρον αὐτῷ τῷ ἀποδομένῳ τῶν συβωτέων.
对于狄奥尼索斯,在节日的前夜,每个人在自家的门前宰杀一只小猪,然后把这只小猪交给卖给他的那个猪倌,让他带走。
§2.48.2τὴν δὲ ἄλλην ἀνάγουσι ὁρτὴν τῷ Διονύσῳ οἱ Αἰγύπτιοι πλὴν χορῶν κατὰ ταὐτὰ σχεδὸν πάντα Ἕλλησι· ἀντὶ δὲ φαλλῶν ἄλλα σφι ἐστὶ ἐξευρημένα, ὅσον τε πηχυαῖα ἀγάλματα νευρόσπαστα, τὰ περιφορέουσι κατὰ κώμας γυναῖκες, νεῦον τὸ αἰδοῖον, οὐ πολλῷ τεῳ ἔλασσον ἐὸν τοῦ ἄλλου σώματος· προηγέεται δὲ αὐλός, αἳ δὲ ἕπονται ἀείδουσαι τὸν Διόνυσον.
除了合唱之外,埃及人为狄奥尼索斯举行的其他节日活动在几乎所有方面都与希腊人相同;但他们没有使用法勒斯,而是发明了其他东西,即大约一肘高的提线木偶,妇女们带着它们在村庄里游行,木偶的男根可以活动,而且比身体的其他部分小不了多少;笛手在前面引导,妇女们尾随其后,歌颂着狄奥尼索斯。
§2.48.3διότι δὲ μέζον τε ἔχει τὸ αἰδοῖον καὶ κινέει μοῦνον τοῦ σώματος, ἔστι λόγος περὶ αὐτοῦ ἱρὸς λεγόμενος.
至于为什么它拥有如此巨大的男根,并且只活动身体的这一部分,其中有着一个流传的神圣传说。