§2.46.1τὰς δὲ δὴ αἶγας καὶ τοὺς τράγους τῶνδε εἵνεκα οὐ θύουσι Αἰγυπτίων οἱ εἰρημένοι· τὸν Πᾶνα τῶν ὀκτὼ θεῶν λογίζονται εἶναι οἱ Μενδήσιοι, τοὺς δὲ ὀκτὼ θεοὺς τούτους προτέρους τῶν δυώδεκα θεῶν φασι γενέσθαι.
Now the reason why the aforementioned Egyptians do not sacrifice goats, whether female or male, is this: the Mendesians reckon Pan to be one of the eight gods, and they say these eight gods existed before the twelve gods.
§2.46.2γράφουσί τε δὴ καὶ γλύφουσι οἱ ζωγράφοι καὶ οἱ ἀγαλματοποιοὶ τοῦ Πανὸς τὤγαλμα κατά περ Ἕλληνες αἰγοπρόσωπον καὶ τραγοσκελέα, οὔτι τοιοῦτον νομίζοντες εἶναί μιν ἀλλὰ ὁμοῖον τοῖσι ἄλλοισι θεοῖσι·
For this reason, painters and sculptors represent the image of Pan just as the Greeks do, with a goat’s face and a he-goat’s legs; not that they believe him to be of such a nature, but rather similar to the other gods.
ὅτευ δὲ εἵνεκα τοιοῦτον γράφουσι αὐτόν, οὔ μοι ἥδιον ἐστὶ λέγειν.
But as to why they represent him in this way, it is not very pleasant for me to say.
§2.46.3σέβονται δὲ πάντας τοὺς αἶγας οἱ Μενδήσιοι, καὶ μᾶλλον τοὺς ἔρσενας τῶν θηλέων, καὶ τούτων οἱ αἰπόλοι τιμὰς μέζονας ἔχουσι· ἐκ δὲ τούτων ἕνα μάλιστα, ὅστις ἐπεὰν ἀποθάνῃ, πένθος μέγα παντὶ τῷ Μενδησίῳ νομῷ τίθεται.
The Mendesians revere all goats, and the males more than the females, and the goatherds of these receive greater honors; of these goats, there is one in particular, upon whose death a great mourning is established throughout the entire Mendesian district.
§2.46.4καλέεται δὲ ὅ τε τράγος καὶ ὁ Πὰν Αἰγυπτιστὶ Μένδης.
Both the he-goat and Pan are called Mendes in the Egyptian tongue.
ἐγένετο δὲ ἐν τῷ νομῷ τούτῳ ἐπʼ ἐμεῦ τοῦτο τὸ τέρας· γυναικὶ τράγος ἐμίσγετο ἀναφανδόν.
And in this district, in my own time, this prodigy occurred: a he-goat copulated with a woman in public.
τοῦτο ἐς ἐπίδεξιν ἀνθρώπων ἀπίκετο.
This came to the open display of men.