Humanitext Reader

希罗多德 · 历史 §2.45.1-2.45.3

对赫拉克勒斯在埃及被献祭传说的驳斥

第 261 段,共 1577 段 · 希腊语

内容简介

作者指出埃及人的宗教习俗以及物理上的不可能,批判了希腊人关于赫拉克勒斯在埃及险些被作为牺牲献祭的传说,并以对神明和英雄的祈愿结束讨论。

§2.45.1λέγουσι δὲ πολλὰ καὶ ἄλλα ἀνεπισκέπτως οἱ Ἕλληνες, εὐήθης δὲ αὐτῶν καὶ ὅδε ὁ μῦθος ἐστὶ τὸν περὶ τοῦ Ἡρακλέος λέγουσι, ὡς αὐτὸν ἀπικόμενον ἐς Αἴγυπτον στέψαντες οἱ Αἰγύπτιοι ὑπὸ πομπῆς ἐξῆγον ὡς θύσοντες τῷ Διί· τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν, ἐπεὶ δὲ αὐτοῦ πρὸς τῷ βωμῷ κατάρχοντο, ἐς ἀλκὴν τραπόμενον πάντας σφέας καταφονεῦσαι.
希腊人还轻率地说了许多其他的事情,而他们关于赫拉克勒斯所讲的这个故事也是愚蠢的:即当他到达埃及的时候,埃及人给他戴上花冠,在游行中将他带出去,准备作为牺牲献祭给宙斯;他起初还保持安静,但当他们在祭坛前对他开始举行献祭仪式时,他转而奋力反抗,将他们全部杀尽。
§2.45.2ἐμοὶ μέν νυν δοκέουσι ταῦτα λέγοντες τῆς Αἰγυπτίων φύσιος καὶ τῶν νόμων πάμπαν ἀπείρως ἔχειν οἱ Ἕλληνες·
在我看来,讲这些话的希腊人对埃及人的本性和习俗完全一无所知。
τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ χωρὶς ὑῶν καὶ ἐρσένων βοῶν καὶ μόσχων, ὅσοι ἂν καθαροὶ ἔωσι, καὶ χηνῶν, κῶς ἂν οὗτοι ἀνθρώπους θύοιεν;
因为埃及人甚至连牲畜都不被允许用来献祭——除了猪、公牛、被认为是洁净的小牛以及鹅之外——他们又怎么可能拿人来献祭呢?
§2.45.3ἔτι δὲ ἕνα ἐόντα τὸν Ἡρακλέα καὶ ἔτι ἄνθρωπον, ὡς δὴ φασί, κῶς φύσιν ἔχει πολλὰς μυριάδας φονεῦσαι;
而且,既然赫拉克勒斯只有一个人,并且如他们所说当时还只是个凡人,他怎么可能杀得死好几万人呢?
καὶ περὶ μὲν τούτων τοσαῦτα ἡμῖν εἰποῦσι καὶ παρὰ τῶν θεῶν καὶ παρὰ τῶν ἡρώων εὐμένεια εἴη.
关于这些事情,我们就说到这里为止,愿神明和英雄们对我们保持宽容与好意。

词汇与语法注释

  1. §2.45.1τὸν δὲ τέως μὲν ἡσυχίην ἔχειν — 在由 ὡς(表示“据说……”)引导的间接引语中,不定式从句(ἔχειν, καταφονεῦσαι)继续使用,其中指示代词/关系代词 τὸν 作为不定式的动作发出者(对格主语)。这是希罗多德常用的叙事风格,表示间接叙述的延续。
  2. §2.45.2τοῖσι γὰρ οὐδὲ κτήνεα ὁσίη θύειν ἐστὶ — τοῖσι 是指代埃及人的与格。ὁσίη(名词 ὅσιος 的阴性单数,或作中性复数 ὁσία 的爱奥尼亚方言变形)与 ἐστί 连用,构成非人称句,意为“在宗教神法上,对他们而言……是被允许的”。
  3. §2.45.3κῶς φύσιν ἔχει — 字面意思是“如何具有(其)自然本性”。短语 φύσιν ἔχει 是一个惯用语,意为“合乎情理”、“在自然本性上可能”,后接不定式(φονεῦσαι),用以表达反问:“怎么可能/怎么会自然地……呢?”

引用这一段

希罗多德, 历史 §2.45.1-2.45.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.45.1-2.45.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。