Humanitext Reader

希罗多德 · 历史 §2.28.1-2.28.5

塞伊斯记录官关于尼罗河源头的传闻

第 244 段,共 1577 段 · 希腊语

内容简介

希罗多德记录了塞伊斯城记录官关于尼罗河源头的说法。尽管希罗多德怀疑这只是个玩笑,但他仍针对深不可测的测量结果提出了基于强烈漩涡的合理解释。

§2.28.1ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο·
让这些事情就如其现状、以及自始以来的样子过去吧。
τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι, εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάι πόλι ὁ γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης.
但是关于尼罗河的源头,在我与之交谈过的埃及人、利比亚人和希腊人中,没有一个人敢说自己知道,只有埃及塞伊斯城里雅典娜神庙圣财的记录官例外。
§2.28.2οὗτος δʼ ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως·
然而,在我看来,这人声称自己确切知道,倒像是在开玩笑。
ἔλεγε δὲ ὧδε, εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα, μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης, οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι· §2.28.3τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν, καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπʼ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰθιοπίης τε καὶ νότου.
他是这样说的:有两座山顶尖削的高山,坐落在底比斯地区的塞恩城与象岛之间,这两座山的名字,一座叫克罗非,另一座叫莫非;而尼罗河那深不可测的源头,便从这两座山中间流出,水的一半向埃及和北风的方向流去,另一半则向埃塞俄比亚和南方流去。
§2.28.4ὡς δὲ ἄβυσσοι εἰσι αἱ πηγαί, ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι· πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν.
为了试验源头是否真的深不可测,他说埃及国王普萨美提科斯曾作过尝试:他命人编了一条长达数千寻的绳子,从这里垂下去,却无法到达水底。
§2.28.5οὕτω μὲν δὴ ὁ γραμματιστής, εἰ ἄρα ταῦτα γινόμενα ἔλεγε, ἀπέφαινε, ὡς ἐμὲ κατανοέειν, δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην, οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι, μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι.
因此,如果这位记录官所说确是事实,那么在我看来,他所表明的是:该处有强烈的漩涡和回流,由于河水猛烈撞击山石,垂下的测深索便无法沉入水底。

词汇与语法注释

  1. §2.28.1ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο — 使用命令式 `ἔστω`(`εἰμί` 的单数第三人称现在时命令式)的惯用表达。直译为“让这些事情如其现状,且如其最初产生的那样吧”,是用作结束前文讨论并过渡到新话题的公式化表达。`ἀρχήν` 用作副词,意为“最初”或“起初”。
  2. §2.28.1τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους — 关系代词 `τῶν`(属格复数)受其先行词(`Αἰγυπτίων`, `Λιβύων`, `Ἑλλήνων`)的影响而同化为属格。短语 `ἐς λόγους ἀπικέσθαι` 是一个惯用表达,意为“开始交谈、交谈”。`ἐμοί` 是与格,表示关系或方向,意为“与我(交谈)”。
  3. §2.28.5ὡς ἐμὲ κατανοέειν — 不定式的绝对用法。助词 `ὡς` 后接宾格主语 `ἐmé` 和不定式 `κατανοέειν`,表示限制性含义:“据我理解”或“在我的看法中”。
  4. §2.28.5οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι — 带有分词的助词 `οἷα`(或 `οἷον`)表示客观原因或理由(“因为”、“由于”)。短语 `ἐμβάλλοντος τοῦ ὕδατος` 是一个属格独立结构(genitive absolute),由名词 `ὕδατος` 和现在分词 `ἐμβάλλοντος` 构成。`τοῖσι ὄρεσι` 是动词 `ἐμβάλλω`(撞击)所要求的与格(“撞击山石”)。

引用这一段

希罗多德, 历史 §2.28.1-2.28.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.28.1-2.28.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。