§2.28.1ταῦτα μέν νυν ἔστω ὡς ἔστι τε καὶ ὡς ἀρχὴν ἐγένετο·
Let these matters stand as they are and as they were from the beginning.
τοῦ δὲ Νείλου τὰς πηγὰς οὔτε Αἰγυπτίων οὔτε Λιβύων οὔτε Ἑλλήνων τῶν ἐμοὶ ἀπικομένων ἐς λόγους οὐδεὶς ὑπέσχετο εἰδέναι, εἰ μὴ ἐν Αἰγύπτῳ ἐν Σάι πόλι ὁ γραμματιστὴς τῶν ἱρῶν χρημάτων τῆς Ἀθηναίης.
But as for the sources of the Nile, no one among the Egyptians, Libyans, or Greeks with whom I conversed undertook to say he knew them, except for the scribe of the sacred treasures of Athena in the Egyptian city of Sais.
§2.28.2οὗτος δʼ ἔμοιγε παίζειν ἐδόκεε φάμενος εἰδέναι ἀτρεκέως·
Yet, this man seemed to me to be joking when he claimed to know for certain.
ἔλεγε δὲ ὧδε, εἶναι δύο ὄρεα ἐς ὀξὺ τὰς κορυφὰς ἀπηγμένα, μεταξὺ Συήνης τε πόλιος κείμενα τῆς Θηβαΐδος καὶ Ἐλεφαντίνης, οὐνόματα δὲ εἶναι τοῖσι ὄρεσι τῷ μὲν Κρῶφι τῷ δὲ Μῶφι· §2.28.3τὰς ὦν δὴ πηγὰς τοῦ Νείλου ἐούσας ἀβύσσους ἐκ τοῦ μέσου τῶν ὀρέων τούτων ῥέειν, καὶ τὸ μὲν ἥμισυ τοῦ ὕδατος ἐπʼ Αἰγύπτου ῥέειν καὶ πρὸς βορέην ἄνεμον, τὸ δʼ ἕτερον ἥμισυ ἐπʼ Αἰθιοπίης τε καὶ νότου.
He spoke as follows: that there are two mountains with peaks rising to a sharp point, situated between the city of Syene in the Thebaid and Elephantine, and the names of these mountains are Crophi for one, and Mophi for the other; and that the sources of the Nile, being bottomless, flow from between these two mountains, with half of the water flowing toward Egypt and the north wind, and the other half toward Ethiopia and the south.
§2.28.4ὡς δὲ ἄβυσσοι εἰσι αἱ πηγαί, ἐς διάπειραν ἔφη τούτου Ψαμμήτιχον Αἰγύπτου βασιλέα ἀπικέσθαι· πολλέων γὰρ αὐτὸν χιλιάδων ὀργυιέων πλεξάμενον κάλον κατεῖναι ταύτῃ καὶ οὐκ ἐξικέσθαι ἐς βυσσόν.
And to prove that the sources are bottomless, he said that Psammetichus, king of Egypt, made a trial of it; for having had a rope woven of many thousand fathoms, he let it down in this place, but could not reach the bottom.
§2.28.5οὕτω μὲν δὴ ὁ γραμματιστής, εἰ ἄρα ταῦτα γινόμενα ἔλεγε, ἀπέφαινε, ὡς ἐμὲ κατανοέειν, δίνας τινὰς ταύτῃ ἐούσας ἰσχυρὰς καὶ παλιρροίην, οἷα δὲ ἐμβάλλοντος τοῦ ὕδατος τοῖσι ὄρεσι, μὴ δύνασθαι κατιεμένην καταπειρητηρίην ἐς βυσσὸν ἰέναι.
Thus, if the scribe was indeed speaking of actual facts, he showed, as I understand it, that there are strong eddies and a backflow in this place, such that because the water strikes against the mountains, the sounding-line let down is unable to reach the bottom.