Humanitext Reader

希罗多德 · 历史 §2.29.1-2.29.7

埃勒凡蒂尼以远的尼罗河上游与美罗埃

第 245 段,共 1577 段 · 希腊语

内容简介

作者记述了自己亲自前往埃勒凡蒂尼的经历,并根据传闻详细描述了尼罗河上游的地理状况,包括航行难关、塔孔普索岛,以及埃塞俄比亚大都市美罗埃及其宗教信仰。

§2.29.1ἄλλου δὲ οὐδενὸς οὐδὲν ἐδυνάμην πυθέσθαι.
从其他任何人那里,我都未能探听到任何消息。
ἀλλὰ τοσόνδε μὲν ἄλλο ἐπὶ μακρότατον ἐπυθόμην, μέχρι μὲν Ἐλεφαντίνης πόλιος αὐτόπτης ἐλθών, τὸ δὲ ἀπὸ τούτου ἀκοῇ ἤδη ἱστορέων.
但我尽最大努力打听到了以下其他情况:直至埃勒凡蒂尼城,是我作为目击者亲自前往的;而从此往后的情况,则是我通过传闻进行调查的。
§2.29.2ἀπὸ Ἐλεφαντίνης πόλιος ἄνω ἰόντι ἄναντες ἐστὶ χωρίον· ταύτῃ ὦν δεῖ τὸ πλοῖον διαδήσαντας ἀμφοτέρωθεν κατά περ βοῦν πορεύεσθαι·
从埃勒凡蒂尼城向上游走,那里的地势是向上的;因此,在这里必须把船的两侧系紧,像拉牛一样拉着前行。
ἢν δὲ ἀπορραγῇ τὸ πλοῖον οἴχεται φερόμενον ὑπὸ ἰσχύος τοῦ ῥόου.
如果船绳断开,船就会被湍急的水流冲走。
§2.29.3τὸ δὲ χωρίον τοῦτο ἐστὶ ἐπʼ ἡμέρας τέσσερας πλόος, σκολιὸς δὲ ταύτῃ κατά περ ὁ Μαίανδρος ἐστὶ ὁ Νεῖλος· σχοῖνοι δὲ δυώδεκα εἰσὶ οὗτοι τοὺς δεῖ τούτῳ τῷ τρόπῳ διεκπλῶσαι.
这一段的水路需要航行四天,在此处,尼罗河就像迈安德罗斯河一样弯弯曲曲;必须以这种方式航行通过的距离是十二斯洛伊诺伊。
καὶ ἔπειτα ἀπίξεαι ἐς πεδίον λεῖον, ἐν τῷ νῆσον περιρρέει ὁ Νεῖλος· Ταχομψὼ οὔνομα αὐτῇ ἐστι.
此后,你将来到一片平坦的平原,在这里尼罗河环绕着一座岛屿流过;这座岛的名字叫作塔孔普索。
§2.29.4οἰκέουσι δὲ τὰ ἀπὸ Ἐλεφαντίνης ἄνω Αἰθίοπες ἤδη καὶ τῆς νήσου τὸ ἥμισυ, τὸ δὲ ἥμισυ Αἰγύπτιοι.
埃勒凡蒂尼以北的地区已经有埃塞俄比亚人居住,该岛的一半也是如此,而另一半则由埃及人居住。
ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη, τὴν πέριξ νομάδες Αἰθίοπες νέμονται·
紧邻该岛的是一个大湖,周围有游牧的埃塞俄比亚人放牧。
τὴν διεκπλώσας ἐς τοῦ Νείλου τὸ ῥέεθρον ἥξεις, τὸ ἐς τὴν λίμνην ταύτην ἐκδιδοῖ.
乘船穿过这个大湖后,你就会来到注入该湖的尼罗河主流。
§2.29.5καὶ ἔπειτα ἀποβὰς παρὰ τὸν ποταμὸν ὁδοιπορίην ποιήσεαι ἡμερέων τεσσεράκοντα· σκόπελοί τε γὰρ ἐν τῷ Νείλῳ ὀξέες ἀνέχουσι καὶ χοιράδες πολλαί εἰσι, διʼ ὧν οὐκ οἷά τε ἐστὶ πλέειν.
随后你必须登岸,沿着河步行四十天;因为尼罗河中有尖锐的礁石突起,还有许多暗礁,船只无法在其中航行。
§2.29.6διεξελθὼν δὲ ἐν τῇσι τεσσεράκοντα ἡμέρῃσι τοῦτο τὸ χωρίον, αὖτις ἐς ἕτερον πλοῖον ἐσβὰς δυώδεκα ἡμέρας πλεύσεαι, καὶ ἔπειτα ἥξεις ἐς πόλιν μεγάλην τῇ οὔνομα ἐστὶ Μερόη· λέγεται δὲ αὕτη ἡ πόλις εἶναι μητρόπολις τῶν ἄλλων Αἰθιόπων.
在四十天内穿过这片区域后,再次登上另一条船,航行十二天,然后你就会到达一座名为美罗埃的大城市;据说这座城市是其他埃塞俄比亚人的首都。
§2.29.7οἱ δʼ ἐν ταύτῃ Δία θεῶν καὶ Διόνυσον μούνους σέβονται, τούτους τε μεγάλως τιμῶσι, καί σφι μαντήιον Διὸς κατέστηκε·
这里的居民在众神中只崇拜宙斯和狄奥尼索斯,并对他们表示极大的敬意,他们那里还设有宙斯的神谕所。
στρατεύονται δὲ ἐπεάν σφεας ὁ θεὸς οὗτος κελεύῃ διὰ θεσπισμάτων, καὶ τῇ ἂν κελεύῃ, ἐκεῖσε.
每当这位神明通过神谕命令他们,并且无论命令他们去哪里,他们就会去那里征战。

词汇与语法注释

  1. §2.29.2ἄνω ἰόντι — 现在分词的与格形式,作“关系与格”(dative of reference),意为“对于向上游行进的人而言”。
  2. §2.29.2διαδήσαντας — 宾格复数分词。作为无人称动词 δεῖ 所支配的不定式 πορεύεσθαι 的逻辑主语(指代船员或旅伴),在语法上采用宾格,而非与前文的与格 ἰόντι 一致。
  3. §2.29.4ἔχεται δὲ τῆς νήσου λίμνην μεγάλη — 动词 ἔχω 的中动语态 ἔχεται 接属格 τῆς νήσου,表示“与……接壤、紧邻”。尽管部分抄本中主语呈宾格形式(λίμνην μεγάλη),但其功能仍是主语,意为“一个大湖紧邻该岛”。
  4. §2.29.7τῇ ἂν κελεύῃ — 表示地点的关系副词 τῇ(相当于 ᾗ)与 ἄν 及虚拟语气连用,构成条件关系子句,表示泛指的地点(“无论他命令去哪里”)。

引用这一段

希罗多德, 历史 §2.29.1-2.29.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.29.1-2.29.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。