Humanitext Reader

希罗多德 · 历史 §2.174.1-2.174.2

阿玛西斯早年的行窃与区别对待神谕所

第 396 段,共 1577 段 · 希腊语

内容简介

叙述阿玛西斯平民时期的偷盗习惯,以及他登基后如何根据各神谕所当年是否准确判定其有罪,而给予截然相反的待遇。

§2.174.1λέγεται δὲ ὁ Ἄμασις, καὶ ὅτε ἦν ἰδιώτης, ὡς φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐδαμῶς κατεσπουδασμένος ἀνήρ·
据说,阿玛西斯在还是普通平民的时候,就非常嗜酒且爱开玩笑,绝非一个严肃规矩的人。
ὅκως δέ μιν ἐπιλείποι πίνοντά τε καὶ εὐπαθέοντα τὰ ἐπιτήδεα, κλέπτεσκε ἂν περιιών· οἳ δʼ ἄν μιν φάμενοι ἔχειν τὰ σφέτερα χρήματα ἀρνεύμενον ἄγεσκον ἐπὶ μαντήιον, ὅκου ἑκάστοισι εἴη.
每当他纵酒享乐而缺乏生活必需品时,他就会到处游逛去行窃;而那些声称他拿了自己财物的人,在遭到他否认时,就会把它带到各自附近的显灵神谕所去。
πολλὰ μὲν δὴ καὶ ἡλίσκετο ὑπὸ τῶν μαντηίων, πολλὰ δὲ καὶ ἀπέφευγε.
实际上,他屡次被神谕判定有罪,但屡次也得以脱罪。
§2.174.2ἐπείτε δὲ καὶ ἐβασίλευσε, ἐποίησε τοιάδε· ὅσοι μὲν αὐτὸν τῶν θεῶν ἀπέλυσαν μὴ φῶρα εἶναι, τούτων μὲν τῶν ἱρῶν οὔτε ἐπεμέλετο οὔτε ἐς ἐπισκευὴν ἐδίδου οὐδέν, οὐδὲ φοιτέων ἔθυε ὡς οὐδενὸς ἐοῦσι ἀξίοισι ψευδέα τε μαντήια ἐκτημένοισι· ὅσοι δέ μιν κατέδησαν φῶρα εἶναι, τούτων δὲ ὡς ἀληθέων θεῶν ἐόντων καὶ ἀψευδέα μαντήια παρεχομένων τὰ μάλιστα ἐπεμέλετο.
但当他登基为王后,他便做出了如下举动:在神明中,凡是宣告他无罪、判定他不是小偷的,他既不照料他们的神殿,也不为修缮神殿拨给任何费用,更不去朝拜献祭,因为他认为这些神明毫无价值,且持有虚假的神谕;然而,凡是判定他有罪、认为他是小偷的神明,他都最为悉心照料,视他们为真正的神明,能提供不虚假的神谕。

词汇与语法注释

  1. §2.174.1λέγεται δὲ ὁ Ἄμασις ... ὡς ... ἦν — 先行提引(prolepsis)结构。本应是从句(ὡς ἦν...)主语的 Ἄμασις,被提前作为主句被动语态动词 λέγεται 的主格补足语(实质上的主语)。
  2. §2.174.1ὅκως δέ μιν ἐπιλείποι ... κλέπτεσκε ἂν — 表示过去重复发生的气氛和动作。从句中的 ὅκως 加上希求法(ἐπιλείποι)表示过去重复发生的条件(“每当……”),而主句中带有反复过去时后缀 -σκε 的动词(κλέπτεσκε)与语气词 ἄν 的结合,则表示过去习惯性或反复发生的动作(“往往……”)。
  3. §2.174.2ἀπέλυσαν μὴ φῶρα εἶναι — 动词 ἀπολύω(宣告无罪、开释)后接不定式从句时,使用否定词 μή。这是希腊语中表示“宣告……不是……”等具有否定或免除意义的动词后,习惯性带有否定词的不定式用法。相比之下,后文中表示肯定判定有罪的动词 κατέδησαν 则直接后接不带否定词的 φῶρα εἶναι。

引用这一段

希罗多德, 历史 §2.174.1-2.174.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.174.1-2.174.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。