§2.174.1λέγεται δὲ ὁ Ἄμασις, καὶ ὅτε ἦν ἰδιώτης, ὡς φιλοπότης ἦν καὶ φιλοσκώμμων καὶ οὐδαμῶς κατεσπουδασμένος ἀνήρ·
Amasis is said, even when he was a private citizen, to have been a lover of drinking and of jesting, and in no way a serious man.
ὅκως δέ μιν ἐπιλείποι πίνοντά τε καὶ εὐπαθέοντα τὰ ἐπιτήδεα, κλέπτεσκε ἂν περιιών· οἳ δʼ ἄν μιν φάμενοι ἔχειν τὰ σφέτερα χρήματα ἀρνεύμενον ἄγεσκον ἐπὶ μαντήιον, ὅκου ἑκάστοισι εἴη.
And whenever his provisions failed him as he drank and made merry, he would go about and steal; and those who claimed that he had their property would, when he denied it, take him to whatever oracle was nearest to each of them.
πολλὰ μὲν δὴ καὶ ἡλίσκετο ὑπὸ τῶν μαντηίων, πολλὰ δὲ καὶ ἀπέφευγε.
And indeed he was often convicted by the oracles, but often he also escaped.
§2.174.2ἐπείτε δὲ καὶ ἐβασίλευσε, ἐποίησε τοιάδε· ὅσοι μὲν αὐτὸν τῶν θεῶν ἀπέλυσαν μὴ φῶρα εἶναι, τούτων μὲν τῶν ἱρῶν οὔτε ἐπεμέλετο οὔτε ἐς ἐπισκευὴν ἐδίδου οὐδέν, οὐδὲ φοιτέων ἔθυε ὡς οὐδενὸς ἐοῦσι ἀξίοισι ψευδέα τε μαντήια ἐκτημένοισι· ὅσοι δέ μιν κατέδησαν φῶρα εἶναι, τούτων δὲ ὡς ἀληθέων θεῶν ἐόντων καὶ ἀψευδέα μαντήια παρεχομένων τὰ μάλιστα ἐπεμέλετο.
But when he became king, he did as follows: whichever of the gods had acquitted him of being a thief, he neither cared for their temples nor gave anything for their restoration, nor did he visit them to offer sacrifice, regarding them as of no value and possessing false oracles; but whichever of them had convicted him of being a thief, these he cared for most especially, as being true gods and presenting oracles that did not lie.