§2.175.1καὶ τοῦτο μὲν ἐν Σάι τῇ Ἀθηναίῃ προπύλαια θωμάσια οἷα ἐξεποίησε, πολλὸν πάντας ὑπερβαλόμενος τῷ τε ὕψεϊ καὶ τῷ μεγάθεϊ, ὅσων τε τὸ μέγαθος λίθων ἐστὶ καὶ ὁκοίων τεῶν· τοῦτο δὲ κολοσσοὺς μεγάλους καὶ ἀνδρόσφιγγας περιμήκεας ἀνέθηκε, λίθους τε ἄλλους ἐς ἐπισκευὴν ὑπερφυέας τὸ μέγαθος ἐκόμισε.
一方面,在塞伊斯的天娜神殿中,他建造了令人惊叹的前门,在高度和规模上都远远超过了所有人,无论是这些石块的尺寸有多大,还是它们属于什么种类;另一方面,他献纳了巨大的巨像和极长的男头人面狮身像,并运来其他尺寸异常巨大的石块用于修缮。
§2.175.2ἠγάγετο δὲ τούτων τοὺς μὲν ἐκ τῶν κατὰ Μέμφιν ἐουσέων λιθοτομιέων, τοὺς δὲ ὑπερμεγάθεας ἐξ Ἐλεφαντίνης πόλιος πλόον καὶ εἴκοσι ἡμερέων ἀπεχούσης ἀπὸ Σάιος.
他运来的这些石块中,有一些是来自孟斐斯附近的石矿场,而另一些极巨大的则来自象岛,该市距离塞伊斯有二十天的船程。
§2.175.3τὸ δὲ οὐκ ἥκιστα αὐτῶν ἀλλὰ μάλιστα θωμάζω, ἔστι τόδε· οἴκημα μουνόλιθον ἐκόμισε ἐξ Ἐλεφαντίνης πόλιος, καὶ τοῦτο ἐκόμιζον μὲν ἐπʼ ἔτεα τρία, δισχίλιοι δέ οἱ προσετετάχατο ἄνδρες ἀγωγέες, καὶ οὗτοι ἅπαντες ἦσαν κυβερνῆται.
然而,在这些事物中,最不令我轻视、反而最令我惊叹的是这件事:他从象岛运来了一座独石的神龛,他们运送这件东西花了三年时间,有两千名男子被指派为他充当拉运工,而且这些人全都是船长。
τῆς δὲ στέγης ταύτης τὸ μὲν μῆκος ἔξωθεν ἐστὶ εἷς τε καὶ εἴκοσι πήχεες, εὖρος δὲ τεσσερεσκαίδεκα, ὕψος δὲ ὀκτώ.
这座建筑外侧的长度为二十一腕尺,宽度为十四腕尺,高度为八腕尺。
§2.175.4ταῦτα μὲν τὰ μέτρα ἔξωθεν τῆς στέγης τῆς μουνολίθου ἐστί, ἀτὰρ ἔσωθεν τὸ μῆκος ὀκτωκαίδεκα πηχέων καὶ πυγόνος,τὸ δὲ ὕψος πέντε πηχέων ἐστί.
这些是这独石建筑外侧的尺寸,而内侧的长度为十八腕尺又一“皮贡”,高度则为五腕尺。
αὕτη τοῦ ἱροῦ κέεται παρὰ τὴν ἔσοδον· §2.175.5ἔσω γάρ μιν ἐς τὸ ἱρόν φασι τῶνδε εἵνεκα οὐκ ἐσελκύσαι· τὸν ἀρχιτέκτονα αὐτῆς ἑλκομένης τῆς στέγης ἀναστενάξαι, οἷά τε χρόνου ἐγγεγονότος πολλοῦ καὶ ἀχθόμενον τῷ ἔργῳ, τὸν δὲ Ἄμασιν ἐνθύμιον ποιησάμενον οὐκ ἐᾶν ἔτι προσωτέρω ἑλκύσαι.
它就放置在神殿的入口旁;因为人们说,由于以下原因,他们没有把它拉入神殿内部:当这建筑正被拉动时,建筑师因耗时太久且对这项工作感到厌倦而大声叹息,阿玛西斯便将其记挂在心,不再允许他们向更深处拉动。
ἤδη δὲ τινὲς λέγουσι ὡς ἄνθρωπος διεφθάρη ὑπʼ αὐτῆς τῶν τις αὐτὴν μοχλευόντων, καὶ ἀπὸ τούτου οὐκ ἐσελκυσθῆναι.
但也有人说,当时有一个用杠杆撬动它的人被它压死,因此才没有被拉进去。