§2.173.1τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν, ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε·
阿玛西斯就是以这种方式争取到了埃及人的归顺,以至于他们认为服从他是理所当然的。
τὸ μὲν ὄρθριον μέχρι ὅτευ πληθούσης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα, τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων.
他采用如下的方式处理国事:早晨直到集市贸易繁忙的时候,他都热心地处理呈递上来的各项事务;在此之后,他就纵酒,并戏谑嘲弄他的同席酒友,举止荒唐且流于嬉戏。
§2.173.2ἀχθεσθέντες δὲ τούτοισι οἱ φίλοι αὐτοῦ ἐνουθέτεον αὐτὸν τοιάδε λέγοντες. ὦ βασιλεῦ, οὐκ ὀρθῶς, σεωυτοῦ προέστηκας, ἐς τὸ ἄγαν φαῦλον προάγων σεωυτόν.
他的朋友们对此感到不悦,劝诫他说:“大王,您将自己置于过于卑下的境地,没有正确地治理您自己。
σὲ γὰρ ἐχρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θωκέοντα διʼ ἡμέρης πρήσσειν τὰ πρήγματα, καὶ οὕτω Αἰγύπτιοί τʼ ἂν ἠπιστέατο ὡς ὑπʼ ἀνδρὸς μεγάλου ἄρχονται, καὶ ἄμεινον σὺ ἂν ἤκουες· νῦν δὲ ποιέεις οὐδαμῶς βασιλικά.
您本当整日端坐在庄严的王座上,庄重地处理国事,这样埃及人也会知道他们是在一位伟人的统治之下,您也会获得更好的名声;但如今您的所作所为完全没有国王的样貌。
§2.173.3ὃ δʼ ἀμείβετο τοῖσιδε αὐτούς. τὰ τόξα οἱ ἐκτημένοι, ἐπεὰν μὲν δέωνται χρᾶσθαι, ἐντανύουσι· εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη, ἐκραγείη ἄν, ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖσι χρᾶσθαι.
” 他便用这些话回答他们说:“拥有弓的人,在需要使用时才会把弓拉紧;因为如果弓一直处于拉紧的状态,它就会折断,以至于在需要使用它时就无法使用了。
§2.173.4οὕτω δὲ καὶ ἀνθρώπου κατάστασις· εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι, λάθοι ἂν ἤτοι μανεὶς ἢ ὅ γε ἀπόπληκτος γενόμενος·
人生的境况也是如此:如果一个人总是想保持紧绷,不肯轮流让自己放松嬉戏,他就会在不知不觉中,要么发疯,要么变得麻木。
τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω.
我深知这一点,所以将时间按比例分给这两者。
ταῦτα μὲν τοὺς φίλους ἀμείψατο.
”他就是用这些话回答朋友们的。