Humanitext Reader

希罗多德 · 历史 §2.172.1-2.172.5

阿玛西斯即位与金洗脚盆的譬喻

第 394 段,共 1577 段 · 希腊语

内容简介

在阿普里伊死后,平民出身的阿玛西斯继承王位。他利用一个将洗脚金盆熔铸成受人膜拜之神像的故事作比,使最初轻视他的埃及臣民心服口服。

§2.172.1Ἀπρίεω δὲ ὧδε καταραιρημένου ἐβασίλευσε Ἄμασις, νομοῦ μὲν Σαΐτεω ἐών, ἐκ τῆς δὲ ἦν πόλιος, οὔνομά οἱ ἐστὶ Σιούφ.
在阿普里伊以此种方式被推翻之后,阿玛西斯继承了王位;他属于塞伊斯省,他所出生的那座城镇名叫西乌夫。
§2.172.2τὰ μὲν δὴ πρῶτα κατώνοντο τὸν Ἄμασιν Αἰγύπτιοι καὶ ἐν οὐδεμιῇ μοίρῃ μεγάλῃ ἦγον ἅτε δὴ δημότην τὸ πρὶν ἐόντα καὶ οἰκίης οὐκ ἐπιφανέος· μετὰ δὲ σοφίῃ αὐτοὺς ὁ Ἄμασις, οὐκ ἀγνωμοσύνῃ προσηγάγετο.
起初,埃及人轻视阿玛西斯,并不十分尊重他,因为他以前是个平民,而且并非出身于名门望族;但后来阿玛西斯用智慧而非粗暴的态度争取到了他们的归顺。
§2.172.3ἦν οἱ ἄλλα τε ἀγαθὰ μυρία, ἐν δὲ καὶ ποδανιπτὴρ χρύσεος, ἐν τῷ αὐτός τε ὁ Ἄμασις καὶ οἱ δαιτυμόνες οἱ πάντες τοὺς πόδας ἑκάστοτε ἐναπενίζοντο·
他拥有无数其他财宝,其中有一个金足盆,阿玛西斯本人和所有的宾客每次都在里面洗脚。
τοῦτον κατʼ ὦν κόψας ἄγαλμα δαίμονος ἐξ αὐτοῦ ἐποιήσατο, καὶ ἵδρυσε τῆς πόλιος ὅκου ἦν ἐπιτηδεότατον· οἱ δὲ Αἰγύπτιοι φοιτέοντες πρὸς τὤγαλμα ἐσέβοντο μεγάλως.
于是,他把这个足盆砸碎,用它塑了一尊神像,安置在城里最合适的地方;埃及人便经常前往这尊神像前,极力崇拜。
§2.172.4μαθὼν δὲ ὁ Ἄμασις τὸ ἐκ τῶν ἀστῶν ποιεύμενον, συγκαλέσας Αἰγυπτίους ἐξέφηνε φὰς ἐκ τοῦ ποδανιπτῆρος τὤγαλμα γεγονέναι, ἐς τὸν πρότερον μὲν τοὺς Αἰγυπτίους ἐνεμέειν τε καὶ ἐνουρέειν καὶ πόδας ἐναπονίζεσθαι, τότε δὲ μεγάλως σέβεσθαι.
阿玛西斯得知市民们的这一举动后,便召集埃及人,向他们说明了实情,说这尊神像是由那只金足盆制成的,而以前埃及人曾往里吐痰、撒尿、洗脚,如今却对它极尽崇拜。
§2.172.5ἤδη ὦν ἔφη λέγων ὁμοίως αὐτὸς τῷ ποδανιπτῆρι πεπρηγέναι· εἰ γὰρ πρότερον εἶναι δημότης, ἀλλʼ ἐν τῷ παρεόντι εἶναι αὐτῶν βασιλεύς· καὶ τιμᾶν τε καὶ προμηθέεσθαι ἑωυτοῦ ἐκέλευε.
因此他接着说道,他自己现在的遭遇正和那只金足盆一样;因为即便他以前是个平民,但现在他已是他们的国王;因此他命令他们要尊敬并重视他。

词汇与语法注释

  1. 2.172.1καταραιρημένου — 离子方言中动词 κατααιρέω(对应雅典方言的 καθαιρέω“拉下、推翻”)的完成时被动分词属格单数。相当于雅典方言的 καθῃρημένου。
  2. 2.172.1ἐκ τῆς δὲ ἦν πόλιος — 此处的 τῆς 用作关系代词(或带有介词 ἐκ 的关系形容词)。先行词 πόλιος 被吸收到关系从句中,意为“他所来自的那座城市”。
  3. 2.172.3κατʼ ὦν κόψας — 这是一个分写(tmesis)的例子,离子方言中的语气词 ὦν(= οὖν)被插入到复合动词 κατακόπτω(“切碎、砸碎”)的接头辞和动词本体之间。
  4. 2.172.5εἰ γὰρ πρότερον εἶναι δημότης — 在由 ἔφη 引导的间接引语中,从属句(条件从句 εἰ)中的动词使用了不定式 εἶναι 而非直陈式。这是希罗多德著作中一种特征性的句法,即间接引语中的从属句动词也被不定式化。

引用这一段

希罗多德, 历史 §2.172.1-2.172.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.172.1-2.172.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。