§2.173.1τοιούτῳ μὲν τρόπῳ προσηγάγετο τοὺς Αἰγυπτίους ὥστε δικαιοῦν δουλεύειν, ἐχρᾶτο δὲ καταστάσι πρηγμάτων τοιῇδε· τὸ μὲν ὄρθριον μέχρι ὅτευ πληθούσης ἀγορῆς προθύμως ἔπρησσε τὰ προσφερόμενα πρήγματα, τὸ δὲ ἀπὸ τούτου ἔπινέ τε καὶ κατέσκωπτε τοὺς συμπότας καὶ ἦν μάταιός τε καὶ παιγνιήμων.
In such a manner did he win over the Egyptians so that they thought it right to serve him, and he adopted the following arrangement of affairs: in the morning, until the time when the market-place fills, he would zealously dispatch the business brought before him; but after this he would drink and mock his drinking-companions, and was frivolous and playful.
§2.173.2ἀχθεσθέντες δὲ τούτοισι οἱ φίλοι αὐτοῦ ἐνουθέτεον αὐτὸν τοιάδε λέγοντες. ὦ βασιλεῦ, οὐκ ὀρθῶς, σεωυτοῦ προέστηκας, ἐς τὸ ἄγαν φαῦλον προάγων σεωυτόν.
But his friends, being vexed at these things, admonished him, saying thus: "O King, you do not govern yourself rightly, bringing yourself down to an excessively low estate.
σὲ γὰρ ἐχρῆν ἐν θρόνῳ σεμνῷ σεμνὸν θωκέοντα διʼ ἡμέρης πρήσσειν τὰ πρήγματα, καὶ οὕτω Αἰγύπτιοί τʼ ἂν ἠπιστέατο ὡς ὑπʼ ἀνδρὸς μεγάλου ἄρχονται, καὶ ἄμεινον σὺ ἂν ἤκουες· νῦν δὲ ποιέεις οὐδαμῶς βασιλικά. §2.173.3ὃ δʼ ἀμείβετο τοῖσιδε αὐτούς. τὰ τόξα οἱ ἐκτημένοι, ἐπεὰν μὲν δέωνται χρᾶσθαι, ἐντανύουσι· εἰ γὰρ δὴ τὸν πάντα χρόνον ἐντεταμένα εἴη, ἐκραγείη ἄν, ὥστε ἐς τὸ δέον οὐκ ἂν ἔχοιεν αὐτοῖσι χρᾶσθαι.
For you ought to sit in majesty upon a majestic throne throughout the day and dispatch your affairs; and thus the Egyptians would have known that they are ruled by a great man, and you would have had a better reputation; but now you act in no way like a king." And he answered them with these words: "Those who possess bows bend them when they need to use them; for if indeed they should be kept bent at all times, they would break, so that they would not have them to use when needed.
§2.173.4οὕτω δὲ καὶ ἀνθρώπου κατάστασις· εἰ ἐθέλοι κατεσπουδάσθαι αἰεὶ μηδὲ ἐς παιγνίην τὸ μέρος ἑωυτὸν ἀνιέναι, λάθοι ἂν ἤτοι μανεὶς ἢ ὅ γε ἀπόπληκτος γενόμενος·
Even so also is the constitution of a man: if he should wish to be always serious and never let himself loose to play in turn, he would, before he knew it, either go mad or become paralyzed.
τὰ ἐγὼ ἐπιστάμενος μέρος ἑκατέρῳ νέμω. ταῦτα μὲν τοὺς φίλους ἀμείψατο.
Knowing this, I assign a share to each." In this manner did he answer his friends.