§2.150.1ἔλεγον δὲ οἱ ἐπιχώριοι καὶ ὡς ἐς τὴν Σύρτιν τὴν ἐς Λιβύην ἐκδιδοῖ ἡ λίμνη αὕτη ὑπὸ γῆν, τετραμμένη τὸ πρὸς ἑσπέρην ἐς τὴν μεσόγαιαν παρὰ τὸ ὄρος τὸ ὑπὲρ Μέμφιος.
当地的人们还说,该湖从地下排入利比亚的锡尔特湾,它沿着孟斐斯上方的山脉向西转向内陆。
§2.150.2ἐπείτε δὲ τοῦ ὀρύγματος τούτου οὐκ ὥρων τὸν χοῦν οὐδαμοῦ ἐόντα, ἐπιμελὲς γὰρ δή μοι ἦν, εἰρόμην τοὺς ἄγχιστα οἰκέοντας τῆς λίμνης ὅκου εἴη ὁ χοῦς ὁ ἐξορυχθείς.
由于我没有在任何地方看到挖掘出的泥土——因为这确实是我所关心的——所以我询问了住在湖边最近的人,那些挖出来的泥土在哪里。
οἳ δὲ ἔφρασάν μοι ἵνα ἐξεφορήθη, καὶ εὐπετέως ἔπειθον· ᾔδεα γὰρ λόγῳ καὶ ἐν Νίνῳ τῇ Ἀσσυρίων πόλι γενόμενον ἕτερον τοιοῦτον.
他们告诉我泥土被运到了哪里,并很容易地使我信服;因为我通过传闻已经知道,在亚述人的城市尼尼微(尼诺斯)也发生过另一件类似的事情。
§2.150.3τὰ γὰρ Σαρδαναπάλλου τοῦ Νίνου βασιλέος ἐόντα μεγάλα χρήματα καὶ φυλασσόμενα ἐν θησαυροῖσι καταγαίοισι ἐπενόησαν κλῶπες ἐκφορῆσαι.
因为盗贼们曾企图运走尼诺斯国王萨尔达纳帕卢斯存放在地下宝库中的巨额财宝。
ἐκ δὴ ὦν τῶν σφετέρων οἰκίων ἀρξάμενοι οἱ κλῶπες ὑπὸ γῆν σταθμεόμενοι ἐς τὰ βασιλήια οἰκία ὤρυσσον, τὸν δὲ χοῦν τὸν ἐκφορεόμενον ἐκ τοῦ ὀρύγματος, ὅκως γένοιτο νύξ, ἐς τὸν Τίγρην ποταμὸν παραρρέοντα τὴν Νίνον ἐξεφόρεον, ἐς ὃ κατεργάσαντο ὅ τι ἐβούλοντο.
于是,盗贼们从自己的房屋开始,在地下测定方向,向着王宫挖掘,而每当夜幕降临,他们就把从挖掘中运出的泥土倒进流经尼诺斯的底格里斯河中,直到他们实现了自己的意图。
§2.150.4τοιοῦτον ἕτερον ἤκουσα καὶ κατὰ τὸ τῆς ἐν Αἰγύπτῳ λίμνης ὄρυγμα γενέσθαι, πλὴν οὐ νυκτὸς ἀλλὰ μετʼ ἡμέρην ποιεύμενον·
我听说,在挖掘埃及这座湖泊时也发生了另一件类似的事情,只不过这不是在夜间而是在白天进行的。
ὀρύσσοντας γὰρ τὸν χοῦν τοὺς Αἰγυπτίους ἐς τὸν Νεῖλον φορέειν· ὁ δὲ ὑπολαμβάνων ἔμελλε διαχέειν.
因为埃及人边挖边把泥土运到尼罗河去,而河水承接泥土后,便将其冲刷消散。
ἡ μέν νυν λίμνη αὕτη οὕτω λέγεται ὀρυχθῆναι·
因此,关于这座湖,人们就是说它是这样被挖成的。