§2.150.1ἔλεγον δὲ οἱ ἐπιχώριοι καὶ ὡς ἐς τὴν Σύρτιν τὴν ἐς Λιβύην ἐκδιδοῖ ἡ λίμνη αὕτη ὑπὸ γῆν, τετραμμένη τὸ πρὸς ἑσπέρην ἐς τὴν μεσόγαιαν παρὰ τὸ ὄρος τὸ ὑπὲρ Μέμφιος.
The inhabitants also said that this lake discharges underground into the Syrtis in Libya, turning westward into the interior along the mountain that is above Memphis.
§2.150.2ἐπείτε δὲ τοῦ ὀρύγματος τούτου οὐκ ὥρων τὸν χοῦν οὐδαμοῦ ἐόντα, ἐπιμελὲς γὰρ δή μοι ἦν, εἰρόμην τοὺς ἄγχιστα οἰκέοντας τῆς λίμνης ὅκου εἴη ὁ χοῦς ὁ ἐξορυχθείς.
Since I did not see the earth from this excavation anywhere—for indeed I was anxious to know—I asked those who lived nearest to the lake where the earth that had been dug out was.
οἳ δὲ ἔφρασάν μοι ἵνα ἐξεφορήθη, καὶ εὐπετέως ἔπειθον· ᾔδεα γὰρ λόγῳ καὶ ἐν Νίνῳ τῇ Ἀσσυρίων πόλι γενόμενον ἕτερον τοιοῦτον.
They told me where it had been carried, and they easily convinced me; for I knew by report that another similar thing had happened in Ninus, the city of the Assyrians.
§2.150.3τὰ γὰρ Σαρδαναπάλλου τοῦ Νίνου βασιλέος ἐόντα μεγάλα χρήματα καὶ φυλασσόμενα ἐν θησαυροῖσι καταγαίοισι ἐπενόησαν κλῶπες ἐκφορῆσαι.
For thieves planned to carry off the great wealth of Sardanapallus, the king of Ninus, which was kept in underground treasuries.
ἐκ δὴ ὦν τῶν σφετέρων οἰκίων ἀρξάμενοι οἱ κλῶπες ὑπὸ γῆν σταθμεόμενοι ἐς τὰ βασιλήια οἰκία ὤρυσσον, τὸν δὲ χοῦν τὸν ἐκφορεόμενον ἐκ τοῦ ὀρύγματος, ὅκως γένοιτο νύξ, ἐς τὸν Τίγρην ποταμὸν παραρρέοντα τὴν Νίνον ἐξεφόρεον, ἐς ὃ κατεργάσαντο ὅ τι ἐβούλοντο.
Beginning, then, from their own houses, the thieves dug underground, taking their bearings, to the royal palace, and the earth carried out from the excavation, whenever night came, they carried out into the Tigris river which flows past Ninus, until they accomplished what they wanted.
§2.150.4τοιοῦτον ἕτερον ἤκουσα καὶ κατὰ τὸ τῆς ἐν Αἰγύπτῳ λίμνης ὄρυγμα γενέσθαι, πλὴν οὐ νυκτὸς ἀλλὰ μετʼ ἡμέρην ποιεύμενον· ὀρύσσοντας γὰρ τὸν χοῦν τοὺς Αἰγυπτίους ἐς τὸν Νεῖλον φορέειν· ὁ δὲ ὑπολαμβάνων ἔμελλε διαχέειν.
I heard that another such thing happened also in the case of the excavation of the lake in Egypt, except that it was done not by night but by day; for the Egyptians as they dug carried the earth to the Nile, and the river, receiving it, was bound to disperse it.
ἡ μέν νυν λίμνη αὕτη οὕτω λέγεται ὀρυχθῆναι·
Thus, then, this lake is said to have been dug.