§2.149.1τοῦ δὲ λαβυρίνθου τούτου ἐόντος τοιούτου θῶμα ἔτι μέζον παρέχεται ἡ Μοίριος καλεομένη λίμνη, παρʼ ἣν ὁ λαβύρινθος οὗτος οἰκοδόμηται·
尽管这座迷宫如此宏伟,而建在它旁边的被称为莫里斯的湖泊,则展现了更令人惊叹的奇迹。
τῆς τὸ περίμετρον τῆς περιόδου εἰσὶ στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι, σχοίνων ἑξήκοντα ἐόντων, ἴσοι καὶ αὐτῆς Αἰγύπτου τὸ παρὰ θάλασσαν.
该湖的周长为三千六百斯塔德,即六十斯科伊诺斯,正好等于埃及本身的海岸线长度。
κεῖται δὲ μακρὴ ἡ λίμνη πρὸς βορέην τε καὶ νότον, ἐοῦσα βάθος, τῇ βαθυτάτη αὐτὴ ἑωυτῆς, πεντηκοντόργυιος.
湖泊呈南北向延伸,在其最深处深达五十俄里居亚。
§2.149.2ὅτι δὲ χειροποίητος ἐστὶ καὶ ὀρυκτή, αὐτὴ δηλοῖ·
它是人工开挖而成的,这一点湖泊本身就证明了。
ἐν γὰρ μέσῃ τῇ λίμνῃ μάλιστά κῃ ἑστᾶσι δύο πυραμίδες, τοῦ ὕδατος ὑπερέχουσαι πεντήκοντα ὀργυιὰς ἑκατέρη, καὶ τὸ κατʼ ὕδατος οἰκοδόμηται ἕτερον τοσοῦτον, καὶ ἐπʼ ἀμφοτέρῃσι ἔπεστι κολοσσὸς λίθινος κατήμενος ἐν θρόνῳ.
因为大约在湖的正中央耸立着两座金字塔,每座高出水面五十俄里居亚,而建在水下的部分也有同样的高度,且在两座金字塔的顶部各有一尊坐在宝座上的石制巨像。
§2.149.3οὕτω αἱ μὲν πυραμίδες εἰσὶ ἑκατὸν ὀργυιέων, αἱ δʼ ἑκατὸν ὀργυιαὶ δίκαιαι εἰσὶ στάδιον ἑξάπλεθρον, ἑξαπέδου τε τῆς ὀργυιῆς μετρεομένης καὶ τετραπήχεος, τῶν ποδῶν μὲν τετραπαλαίστων ἐόντων, τοῦ δὲ πήχεος ἑξαπαλαίστου.
如此,这些金字塔的高度为一百俄里居亚,而一百俄里居亚正好等于六普勒特龙(即一斯塔德),这是因为一俄里居亚是以六英尺或四库比特来衡量的,其中一英尺为四帕莱斯特,一库比特为六帕莱斯特。
§2.149.4τὸ δὲ ὕδωρ τὸ ἐν τῇ λίμνῃ αὐθιγενὲς μὲν οὐκ ἔστἱ ἄνυδρος γὰρ δὴ δεινῶς ἐστι ἡ ταύτᾐ, ἐκ τοῦ Νείλου δὲ κατὰ διώρυχα ἐσῆκται, καὶ ἓξ μὲν μῆνας ἔσω ῥέει ἐς τὴν λίμνην, ἓξ δὲ μῆνας ἔξω ἐς τὸν Νεῖλον αὖτις·
湖中的水并非源自本地,因为这一地带确实极其缺水,而是通过运河从尼罗河引来的。 在六个月的时间里,水向内流入湖中,而在另外六个月里,水又向外流回尼罗河。
§2.149.5καὶ ἐπεὰν μὲν ἐκρέῃ ἔξω, ἣ δὲ τότε τοὺς ἓξ μῆνας ἐς τὸ βασιλήιον καταβάλλει ἐπʼ ἡμέρην ἑκάστην τάλαντον ἀργυρίου ἐκ τῶν ἰχθύων, ἐπεὰν δὲ ἐσίῃ τὸ ὓδωρ ἐς αὐτήν, εἴκοσι μνέας.
当水向外流出时,湖泊在紧接着的六个月里,每天从捕获的鱼中向王室国库上缴一塔兰同白银;而当水流入湖中时,则上缴二十米纳。