§2.151.1τῶν δὲ δυώδεκα βασιλέων δικαιοσύνῃ χρεωμένων, ἀνὰ χρόνον ὡς ἔθυσαν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου, τῇ ὑστάτῃ τῆς ὁρτῆς, μελλόντων κατασπείσειν, ὁ ἀρχιερεὺς ἐξήνεικέ σφι φιάλας χρυσέας, τῇσί περ ἐώθεσαν σπένδειν, ἁμαρτὼν τοῦ ἀριθμοῦ, ἕνδεκα δυώδεκα ἐοῦσι.
这十二位国王公正地进行统治。 随着时间的推移,当他们在节日的最后一天在赫菲斯托斯的神庙中献祭、正准备奠酒时,大祭司为他们拿出了往常用来奠酒的金杯,但他算错了数目,他们有十二个人,却只拿出了十一个。
§2.151.2ἐνθαῦτα ὡς οὐκ εἶχε φιάλην ὁ ἔσχατος ἑστεὼς αὐτῶν Ψαμμήτιχος, περιελόμενος τὴν κυνέην ἐοῦσαν χαλκέην ὑπέσχε τε καὶ ἔσπενδε.
那时,站在最后面的普萨美提科斯因为没有杯子,便脱下自己那顶青铜头盔,托着它进行了奠酒。
κυνέας δὲ καὶ οἱ ἄλλοι ἅπαντες ἐφόρεόν τε βασιλέες καὶ ἐτύγχανον τότε ἔχοντες.
其实,所有其他国王也都戴着头盔,而且当时恰好也戴着。
§2.151.3Ψαμμήτιχος μέν νυν οὐδενὶ δολερῷ νόῳ χρεώμενος ὑπέσχε τὴν κυνέην· οἳ δὲ ἐν φρενὶ λαβόντες τό τε ποιηθὲν ἐκ Ψαμμητίχου καὶ τὸ χρηστήριον, ὅτι ἐκέχρηστό σφι τὸν χαλκέῃ σπείσαντα αὐτῶν φιάλῃ τοῦτον βασιλέα ἔσεσθαι μοῦνον Αἰγύπτου, ἀναμνησθέντες τοῦ χρησμοῦ κτεῖναι μὲν οὐκ ἐδικαίωσαν Ψαμμήτιχον, ὡς ἀνεύρισκον βασανίζοντες ἐξ οὐδεμιῆς προνοίης αὐτὸν ποιήσαντα, ἐς δὲ τὰ ἕλεα ἔδοξέ σφι διῶξαι ψιλώσαντας τὰ πλεῖστα τῆς δυνάμιος, ἐκ δὲ τῶν ἑλέων ὁρμώμενον μὴ ἐπιμίσγεσθαι τῇ ἄλλῃ Αἰγύπτῳ.
普萨美提科斯当时确实毫无险恶用心,只是托起了他的头盔;但其余的国王在心中琢磨了普萨美提科斯所做的事以及那条神谕,因为神谕曾对他们预言,他们之中用青铜杯奠酒的人将成为埃及唯一的国王。 由于想起了这条神谕,他们不认为杀死普萨美提科斯是合理的,因为在查问审讯之后,他们发现他做这件事并无预谋;但他们决定剥夺他大部分的权力,将他驱逐到沼泽地区,并且规定他只能以沼泽地为活动范围,不得与埃及其他地方有任何来往。