Humanitext Reader

希罗多德 · 历史 §2.148.1-2.148.7

十二王建造的莫里斯湖畔迷宫

第 370 段,共 1577 段 · 希腊语

内容简介

希罗多德描述了埃及十二位国王在莫里斯湖附近共同建造的巨大迷宫。他惊叹于这座建筑的规模和复杂程度甚至超越了希腊的任何宏伟建筑和金字塔,并在赞美地上房间壮丽的同时,指出自己因其中设有国王及神圣鳄鱼的陵墓而被拒绝进入地下房间。

§2.148.1καὶ δή σφι μνημόσυνα ἔδοξε λιπέσθαι κοινῇ, δόξαν δέ σφι ἐποιήσαντο λαβύρινθον, ὀλίγον ὑπὲρ τῆς λίμνης τῆς Μοίριος κατὰ Κροκοδείλων καλεομένην πόλιν μάλιστά κῃ κείμενον·
于是他们决定共同留下一座纪念碑,在做出决定后,他们建造了一座迷宫,它位于莫里斯湖稍上方,大致就在被称为“鳄鱼城”的城市附近。
τὸν ἐγὼ ἤδη εἶδον λόγου μέζω.
这座迷宫我曾亲眼目睹,其宏伟笔墨难以形容。
§2.148.2εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων τείχεά τε καὶ ἔργων ἀπόδεξιν συλλογίσαιτο, ἐλάσσονος πόνου τε ἂν καὶ δαπάνης φανείη ἐόντα τοῦ λαβυρίνθου τούτου.
因为如果有人把希腊人的城墙和各种建筑成果汇总起来,就会发现它们在这座迷宫面前,所费的劳力和资金都显得较少。
καίτοι ἀξιόλογός γε καὶ ὁ ἐν Ἐφέσῳ ἐστὶ νηὸς καὶ ὁ ἐν Σάμῳ.
然而,艾菲索斯的神庙以及萨摩斯的神庙也确实是值得瞩目的。
§2.148.3ἦσαν μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες, καὶ πολλῶν ἑκάστη αὐτέων Ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη, ὁ δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει·
那些金字塔固然也是笔墨难以形容的巨作,且其中每一座都足以为许多伟大的希腊建筑树立对手,但这座迷宫甚至超越了金字塔。
§2.148.4τοῦ δυώδεκα μὲν εἰσὶ αὐλαὶ κατάστεγοι, ἀντίπυλοι ἀλλήλῃσι, ἓξ μὲν πρὸς βορέω ἓξ δὲ πρὸς νότον τετραμμέναι, συνεχέες· τοῖχος δὲ ἔξωθεν ὁ αὐτός σφεας περιέργει.
迷宫内有十二座有屋顶的庭院,两两相对,六座朝北,六座朝南,彼此相连;而外围有同一堵墙将它们全部包围。
οἰκήματα δʼ ἔνεστι διπλᾶ, τὰ μὲν ὑπόγαια τὰ δὲ μετέωρα ἐπʼ ἐκείνοισι, τρισχίλια ἀριθμόν, πεντακοσίων καὶ χιλίων ἑκάτερα.
内部有双层的房间,一部分在地下,另一部分在地上并叠在地下房间之上,数量总共三千个,地上和地下各有一千五百个。
§2.148.5τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν, τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα· οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον, φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων.
至于地上的房间,是我们自己穿行其间、亲眼目睹并根据所见来叙述的,而地下的房间,我们则是通过传闻得知的;因为负责看守的埃及人绝不愿意展示它们,称那里是最初建造这座迷宫的国王们以及神圣鳄鱼的陵墓。
§2.148.6οὕτω τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν, τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν· αἵ τε γὰρ διέξοδοι διὰ τῶν στεγέων καὶ οἱ ἑλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας, ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων.
如此,关于地下的房间,我们是根据传闻来叙述的,而地上那些超越人类工程的房间,则是我们亲眼目睹的;因为穿过房顶的通道和穿过庭院的曲折路径极其复杂,给那些从庭院走向房间、从房间走向列柱廊、从列柱廊走向其他房顶、又从房间走向其他庭院的人带来了无尽的惊叹。
§2.148.7ὀροφὴ δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι, οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι, αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα.
所有这些建筑的屋顶都是石制的,正如其墙壁一样,墙壁上刻满了浮雕,而每个庭院都由契合得天衣无缝的白石列柱环绕。
τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος, ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται· ὁδὸς δʼ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται.
在迷宫终结处的拐角旁,耸立着一座四十俄里居亚高的金字塔,上面雕刻着巨大的动物;有一条地下通道通往其内部。

词汇与语法注释

  1. §2.148.1δόξαν δέ σφι — 使用非人称动词 δοκεῖ(决定、认为)的中性单数分词 δόξαν 的“宾格绝对”句型。在希腊语中,非人称动词的绝对分词结构通常使用宾格而非属格,在此处意为“在他们做出决定后”。后面的 λαβύρινθον 则作为动词 ἐποιήσαντο 的直接宾语。
  2. §2.148.2φανείη ἐόντα — 补充性分词句型。中性复数分词 ἐόντα(源自 εἰμί)与其主语 τὰ τείχεά τε καὶ ἔργων ἀπόδεξιν(中性复数)一致,而动词 φανείη(φαίνομαι 的希求法)根据中性复数主语配单数动词的常规使用单数。与 ἄν 连用,构成潜在希求法(“它们将显得是……”)。
  3. §2.148.6διεξιόυσι — 爱奥尼亚方言形式 `διεξιοῦσι`(相当于雅典方言的 `διεξιοῦσι`),是 διεξέρχομαι(穿过)的现在分词阳性/中性与格复数。它在句中作为动词 `παρείχοντο` 的与格补语(利益或关系与格),意为“给那些穿行其间的人带来了无尽的惊叹”。

引用这一段

希罗多德, 历史 §2.148.1-2.148.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.148.1-2.148.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。