§2.148.1καὶ δή σφι μνημόσυνα ἔδοξε λιπέσθαι κοινῇ, δόξαν δέ σφι ἐποιήσαντο λαβύρινθον, ὀλίγον ὑπὲρ τῆς λίμνης τῆς Μοίριος κατὰ Κροκοδείλων καλεομένην πόλιν μάλιστά κῃ κείμενον·
そこで彼らは共同の記念碑を残すことを決議し、決議に基づき、モイリス湖の少し上方、いわゆる「クロコダイルの町」のほぼ対面あたりに位置するラビュリンスを建設した。
τὸν ἐγὼ ἤδη εἶδον λόγου μέζω.
これは私が実際に見たものであるが、言葉に尽くせぬほど素晴らしいものであった。
§2.148.2εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων τείχεά τε καὶ ἔργων ἀπόδεξιν συλλογίσαιτο, ἐλάσσονος πόνου τε ἂν καὶ δαπάνης φανείη ἐόντα τοῦ λαβυρίνθου τούτου.
もしギリシア人たちの城壁や建造物の数々を集めてみても、それらはこのラビュリンスに比べれば、労力も費用も少なくて済んだと思われるであろう。
καίτοι ἀξιόλογός γε καὶ ὁ ἐν Ἐφέσῳ ἐστὶ νηὸς καὶ ὁ ἐν Σάμῳ.
もっとも、エフェソスの神殿やサモスの神殿も注目に値するものではあるが。
§2.148.3ἦσαν μέν νυν καὶ αἱ πυραμίδες λόγου μέζονες, καὶ πολλῶν ἑκάστη αὐτέων Ἑλληνικῶν ἔργων καὶ μεγάλων ἀνταξίη, ὁ δὲ δὴ λαβύρινθος καὶ τὰς πυραμίδας ὑπερβάλλει·
ピラミッドもまた言葉に尽くせぬほど巨大であり、そのそれぞれがギリシアの多くの、かつ偉大な建造物に匹敵するものであったが、このラビュリンスはそれらのピラミッドをも凌駕している。
§2.148.4τοῦ δυώδεκα μὲν εἰσὶ αὐλαὶ κατάστεγοι, ἀντίπυλοι ἀλλήλῃσι, ἓξ μὲν πρὸς βορέω ἓξ δὲ πρὸς νότον τετραμμέναι, συνεχέες· τοῖχος δὲ ἔξωθεν ὁ αὐτός σφεας περιέργει.
このラビュリンスには、互いに向き合う門を持つ、屋根で覆われた十二の宮庭があり、六つは北向き、六つは南向きに連続して並んでおり、外部からは同一の壁がこれらすべてを取り囲んでいる。
οἰκήματα δʼ ἔνεστι διπλᾶ, τὰ μὲν ὑπόγαια τὰ δὲ μετέωρα ἐπʼ ἐκείνοισι, τρισχίλια ἀριθμόν, πεντακοσίων καὶ χιλίων ἑκάτερα.
内部の部屋は二重になっており、地下の部屋と、その上にある地上の部屋とがあり、その数は合わせて三千で、それぞれ千五百ずつある。
§2.148.5τὰ μέν νυν μετέωρα τῶν οἰκημάτων αὐτοί τε ὡρῶμεν διεξιόντες καὶ αὐτοὶ θεησάμενοι λέγομεν, τὰ δὲ αὐτῶν ὑπόγαια λόγοισι ἐπυνθανόμεθα·
さて、地上の部屋については、私たち自身が通り抜けて目にし、実地に見聞したこととして語るのであるが、地下の部屋については人づてに聞いて知るのみである。
οἱ γὰρ ἐπεστεῶτες τῶν Αἰγυπτίων δεικνύναι αὐτὰ οὐδαμῶς ἤθελον, φάμενοι θήκας αὐτόθι εἶναι τῶν τε ἀρχὴν τὸν λαβύρινθον τοῦτον οἰκοδομησαμένων βασιλέων καὶ τῶν ἱρῶν κροκοδείλων.
というのも、管理をしているエジプト人たちが、そこにはこのラビュリンスを最初期に建設した王たち、および聖なるクロコダイルの墓があるという理由で、どうしても見せようとしなかったからである。
§2.148.6οὕτω τῶν μὲν κάτω πέρι οἰκημάτων ἀκοῇ παραλαβόντες λέγομεν, τὰ δὲ ἄνω μέζονα ἀνθρωπηίων ἔργων αὐτοὶ ὡρῶμεν·
このように、下の部屋については伝聞に基づいて語るが、上の部屋は人間のわざを超えており、私たち自身が目にした。
αἵ τε γὰρ διέξοδοι διὰ τῶν στεγέων καὶ οἱ ἑλιγμοὶ διὰ τῶν αὐλέων ἐόντες ποικιλώτατοι θῶμα μυρίον παρείχοντο ἐξ αὐλῆς τε ἐς τὰ οἰκήματα διεξιοῦσι καὶ ἐκ τῶν οἰκημάτων ἐς παστάδας, ἐς στέγας τε ἄλλας ἐκ τῶν παστάδων καὶ ἐς αὐλὰς ἄλλας ἐκ τῶν οἰκημάτων.
すなわち、屋根を通る通路や、庭を通る曲がりくねった道はきわめて複雑で、庭から部屋へ、部屋から列柱廊へ、列柱廊からさらに別の屋根付き通路へ、そして部屋から別の庭へと通り抜けていく人々にとって、果てしない驚きを与えるものであった。
§2.148.7ὀροφὴ δὲ πάντων τούτων λιθίνη κατά περ οἱ τοῖχοι, οἱ δὲ τοῖχοι τύπων ἐγγεγλυμμένων πλέοι, αὐλὴ δὲ ἑκάστη περίστυλος λίθου λευκοῦ ἁρμοσμένου τὰ μάλιστα.
これらすべての天井は、壁と同じように石造りであり、壁には彫刻が至る所に彫られており、それぞれの庭は、この上なく精密に組み合わされた白い石の列柱で囲まれている。
τῆς δὲ γωνίης τελευτῶντος τοῦ λαβυρίνθου ἔχεται πυραμὶς τεσσερακοντόργυιος, ἐν τῇ ζῷα μεγάλα ἐγγέγλυπται· ὁδὸς δʼ ἐς αὐτὴν ὑπὸ γῆν πεποίηται.
ラビュリンスが終わる隅の部分には、四十オルギュイアのピラミッドがそびえており、そこには巨大な動物の姿が彫り込まれていて、その内部へは地下を通る道が造られている。