Humanitext Reader

希罗多德 · 历史 §2.147.1-2.147.4

十二王共治埃及与青铜杯献酒的神谕

第 369 段,共 1577 段 · 希腊语

内容简介

在赫菲斯托斯祭司统治结束、获得自由后,埃及人将国土分为十二部分并立了十二位国王,彼此制定了互不侵犯的法律。这是由于曾有一条神谕预言,他们之中凡在赫菲斯托斯神庙用青铜杯献酒者将统治整个埃及。

§2.147.1ταῦτα μέν νυν αὐτοὶ Αἰγύπτιοι λέγουσι· ὅσα δὲ οἵ τε ἄλλοι ἄνθρωποι καὶ Αἰγύπτιοι λέγουσι ὁμολογέοντες τοῖσι ἄλλοισι κατὰ ταύτην τὴν χώρην γενέσθαι, ταῦτʼ ἤδη φράσω·
以上是埃及人自己所说的话;至于其他人和埃及人一致认为在这片土地上发生的事,我现在就来叙述。
προσέσται δέ τι αὐτοῖσι καὶ τῆς ἐμῆς ὄψιος.
此外,这其中也会加入一些我自己的亲眼观察。
§2.147.2ἐλευθερωθέντες Αἰγύπτιοι μετὰ τὸν ἱρέα τοῦ Ἡφαίστου βασιλεύσαντα, οὐδένα γὰρ χρόνον οἷοί τε ἦσαν ἄνευ βασιλέος διαιτᾶσθαι, ἐστήσαντο δυώδεκα βασιλέας, δυώδεκα μοίρας δασάμενοι Αἴγυπτον πᾶσαν.
在赫菲斯托斯的祭司结束统治后,获得了自由的埃及人——因为他们无论如何也无法在没有国王的情况下生活——将整个埃及划分为十二个部分,立了十二位国王。
§2.147.3οὗτοι ἐπιγαμίας ποιησάμενοι ἐβασίλευον νόμοισι τοῖσιδε χρεώμενοι, μήτε καταιρέειν ἀλλήλους μήτε πλέον τι δίζησθαι ἔχειν τὸν ἕτερον τοῦ ἑτέρου, εἶναί τε φίλους τὰ μάλιστα.
这些人互相通婚并进行统治,遵守着如下的法律:彼此互不废黜,也不寻求比别人占有更多,并且保持最亲密的友谊。
§2.147.4τῶνδε δὲ εἵνεκα τοὺς νόμους τούτους ἐποιέοντο, ἰσχυρῶς περιστέλλοντες· ἐκέχρηστό σφι κατʼ ἀρχὰς αὐτίκα ἐνισταμένοισι ἐς τὰς τυραννίδας τὸν χαλκέῃ φιάλῃ σπείσαντα αὐτῶν ἐν τῷ ἱρῷ τοῦ Ἡφαίστου, τοῦτον ἁπάσης βασιλεύσειν Αἰγύπτου·
他们之所以制定这些法律并严加遵守,原因如下:当他们刚开始建立起各自的统治时,曾得到过一个神谕,称他们之中凡是在赫菲斯托斯神庙中用青铜杯献祭酒的人,此人就将统治整个埃及。
ἐς γὰρ δὴ τὰ πάντα ἱρὰ συνελέγοντο.
因为他们确实会在所有的神庙中聚集。

词汇与语法注释

  1. 2.147.2μετὰ τὸν ἱρέα τοῦ Ἡφαίστου βασιλεύσαντα — 前置词 μετά 与“宾格名词+分词”的组合,类似于拉丁语中的 ab urbe condita 结构,表示“在祭司作为国王统治之后(即在祭司治世之后)”这一事件。
  2. 2.147.3μήτε καταιρέειν... μήτε... δίζησθαι... εἶναί τε... — 这些不定式(καταιρέειν、δίζησθαι、εἶναι)作为同位语,具体说明前文 νόμοισι τοῖσιδε(如下法律)的具体内容。
  3. 2.147.4ἐκέχρηστό σφι — 动词 χράω 的被动/中动过去完成时第三人称单数形式 ἐκέχρηστο 作无人称使用,意为“有神谕给他们”。随后的“宾格+不定式”结构(τὸν... βασιλεύσειν)表示神谕的具体内容。
  4. 2.147.4τὸν χαλκέῃ φιάλῃ σπείσαντα αὐτῶν... τοῦτον... βασιλεύσειν — 在“宾格+不定式”(AcI)结构中,指示代词 τοῦτον 冗余地指代并强调了前置的分词短语 τὸν... σπείσαντα(用……献酒之人),作为不定式 βασιλεύσειν 的主语。

引用这一段

希罗多德, 历史 §2.147.1-2.147.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.147.1-2.147.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。