§2.104.1φαίνονται μὲν γὰρ ἐόντες οἱ Κόλχοι Αἰγύπτιοι, νοήσας δὲ πρότερον αὐτὸς ἢ ἀκούσας ἄλλων λέγω.
因为科尔基斯人显然是埃及人,这是我自己先注意到、而不是听别人说才这样讲的。
ὡς δέ μοι ἐν φροντίδι ἐγένετο, εἰρόμην ἀμφοτέρους, καὶ μᾶλλον οἱ Κόλχοι ἐμεμνέατο τῶν Αἰγυπτίων ἢ οἱ Αἰγύπτιοι τῶν Κόλχων·
当我关注起这件事时,我询问了双方,结果科尔基斯人对埃及人的记忆,比埃及人对科尔基斯人的记忆还要清晰。
§2.104.2νομίζειν δʼ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους.
埃及人说,他们认为科尔基斯人属于塞索斯特里斯的军队。
αὐτὸς δὲ εἴκασα τῇδε, καὶ ὅτι μελάγχροες εἰσὶ καὶ οὐλότριχες.
我自己则是根据以下几点推测出来的:一是他们肤色较深且头发卷曲。
καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει· εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι·
不过,这一特征说明不了什么,因为还有其他人也是如此。
ἀλλὰ τοῖσιδε καὶ μᾶλλον, ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπʼ ἀρχῆς τὰ αἰδοῖα.
但更重要的依据是:在全人类中,只有科尔基斯人、埃及人和埃塞俄比亚人自古以来就实行割礼。
§2.104.3Φοίνικες δὲ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρʼ Αἰγυπτίων μεμαθηκέναι, Σύριοι δὲ οἱ περὶ Θερμώδοντα καὶ Παρθένιον ποταμὸν καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι.
腓尼基人和巴勒斯坦的叙利亚人自己也承认是从埃及人那里学来的,而瑟尔莫冬河和帕尔塞尼乌斯河一带的叙利亚人,以及作为他们邻居的马克罗涅斯人,则说是最近才从科尔基斯人那里学来的。
οὗτοι γὰρ εἰσὶ οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι, καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά.
因为这些人是人类中仅有的实行割礼的人,而且他们看起来与埃及人的做法完全相同。
§2.104.4αὐτῶν δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον· ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν.
至于埃及人和埃塞俄比亚人本身,我无法说清到底是哪一方从另一方那里学来的;因为这显然是一件极古老的事。
ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον, μέγα μοι καὶ τόδε τεκμήριον γίνεται· Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται, οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα. ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα.
而对于人们是通过与埃及往来而学到这一点的,这对我来说也是一个巨大的证据:那些与希腊往来的腓尼基人,在私处的事情上不再模仿埃及人,也不再给他们后代中的新生儿实行割礼。