§2.103.1ταῦτα δὲ ποιέων διεξήιε τὴν ἤπειρον, ἐς ὃ ἐκ τῆς Ἀσίης ἐς τὴν Εὐρώπην διαβὰς τούς τε Σκύθας κατεστρέψατο καὶ τοὺς Θρήικας.
他这样做着,行进了整片大陆,直到他从亚洲渡到欧洲,征服了斯基泰人和色雷斯人。
ἐς τούτους δέ μοι δοκέει καὶ προσώτατα ἀπικέσθαι ὁ Αἰγύπτιος στρατός· ἐν μὲν γὰρ τῇ τούτων χώρῃ φαίνονται σταθεῖσαι αἱ στῆλαι, τὸ δὲ προσωτέρω τούτων οὐκέτι.
在我看来,埃及军队所到达的最远地方正是这些人的领土;因为在他们的土地上,那些设立的石碑显而易见,但在更远的地方就再没有了。
§2.103.2ἐνθεῦτεν δὲ ἐπιστρέψας ὀπίσω ἤιε, καὶ ἐπείτε ἐγίνετο ἐπὶ Φάσι ποταμῷ, οὐκ ἔχω τὸ ἐνθεῦτεν ἀτρεκέως εἰπεῖν εἴτε αὐτὸς ὁ βασιλεὺς Σέσωστρις ἀποδασάμενος τῆς ἑωυτοῦ στρατιῆς μόριον ὅσον δὴ αὐτοῦ κατέλιπε τῆς χώρης οἰκήτορας, εἴτε τῶν τινες στρατιωτέων τῇ πλάνῃ αὐτοῦ ἀχθεσθέντες περὶ Φᾶσιν ποταμὸν κατέμειναν.
他从那里折返往回走。 当他来到法希斯河时,关于此后发生的事,我无法确切地说明:究竟是国王塞索斯特里斯自己分割了他的一部分军队(无论人数多少),留在该地作为当地的定居者,还是某些士兵因厌倦了他的长途远征而留在法希斯河一带。