§2.104.1φαίνονται μὲν γὰρ ἐόντες οἱ Κόλχοι Αἰγύπτιοι, νοήσας δὲ πρότερον αὐτὸς ἢ ἀκούσας ἄλλων λέγω.
なぜなら、コルキス人は明らかにエジプト人であるからであり、これは私自身が他者から聞く前に気づいて言っていることである。
ὡς δέ μοι ἐν φροντίδι ἐγένετο, εἰρόμην ἀμφοτέρους, καὶ μᾶλλον οἱ Κόλχοι ἐμεμνέατο τῶν Αἰγυπτίων ἢ οἱ Αἰγύπτιοι τῶν Κόλχων·
私がこのことを気にかけ、両者に尋ねてみたところ、エジプト人がコルキス人を覚えているよりも、コルキス人の方がエジプト人をよりよく覚えていた。
§2.104.2νομίζειν δʼ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους.
エジプト人たちは、コルキス人がセソストリスの軍勢の一部であると考えていると言った。
αὐτὸς δὲ εἴκασα τῇδε, καὶ ὅτι μελάγχροες εἰσὶ καὶ οὐλότριχες.
私自身は、彼らが肌が黒く縮れ毛であることから、このように推測した。
καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει·
もっとも、この点は何の証拠にもならない。
εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι·
なぜなら、他にもそのような特徴を持つ者はいるからである。
ἀλλὰ τοῖσιδε καὶ μᾶλλον, ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπʼ ἀρχῆς τὰ αἰδοῖα.
しかし、次の点によってさらに強く推測した。 すなわち、全人類の中で、コルキス人とエジプト人とエチオピア人だけが、古くから性器に割礼を施しているということである。
§2.104.3Φοίνικες δὲ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρʼ Αἰγυπτίων μεμαθηκέναι, Σύριοι δὲ οἱ περὶ Θερμώδοντα καὶ Παρθένιον ποταμὸν καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι.
フェニキア人、およびパレスティナのシリア人自身も、エジプト人から学んだと認めており、テルモドン川とパルテニオス川の周辺のシリア人と、その隣人であるマクロネス人は、最近コルキス人から学んだと言っている。
οὗτοι γὰρ εἰσὶ οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι, καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά.
なぜなら、彼らこそが割礼を行う唯一の人々であり、彼らはエジプト人と全く同じように行っているように見えるからである。
§2.104.4αὐτῶν δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον·
エジプト人とエチオピア人自体については、どちらが他方から学んだのか私は言うことができない。
ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν.
なぜなら、それは非常に古いことのように思われるからである。
ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον, μέγα μοι καὶ τόδε τεκμήριον γίνεται·
他方、人々がエジプトと交際することによって学んだのだということの、私にとっての大きな証拠として、次のこともある。
Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται, οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα. ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα.
すなわち、フェニキア人のうちギリシアと交際する者たちは、もはや性器に関してエジプト人を模倣せず、生まれてくる子孫に割礼を施さないのである。