§2.104.1φαίνονται μὲν γὰρ ἐόντες οἱ Κόλχοι Αἰγύπτιοι, νοήσας δὲ πρότερον αὐτὸς ἢ ἀκούσας ἄλλων λέγω.
For the Colchians are clearly Egyptians, and I say this having noticed it myself before hearing it from others.
ὡς δέ μοι ἐν φροντίδι ἐγένετο, εἰρόμην ἀμφοτέρους, καὶ μᾶλλον οἱ Κόλχοι ἐμεμνέατο τῶν Αἰγυπτίων ἢ οἱ Αἰγύπτιοι τῶν Κόλχων·
When it became a matter of concern to me, I asked both peoples, and the Colchians remembered the Egyptians much better than the Egyptians remembered the Colchians.
§2.104.2νομίζειν δʼ ἔφασαν οἱ Αἰγύπτιοι τῆς Σεσώστριος στρατιῆς εἶναι τοὺς Κόλχους.
The Egyptians said they believed the Colchians were part of Sesostris's army.
αὐτὸς δὲ εἴκασα τῇδε, καὶ ὅτι μελάγχροες εἰσὶ καὶ οὐλότριχες.
I myself guessed it from this, and because they are dark-skinned and woolly-haired.
καὶ τοῦτο μὲν ἐς οὐδὲν ἀνήκει· εἰσὶ γὰρ καὶ ἕτεροι τοιοῦτοι· ἀλλὰ τοῖσιδε καὶ μᾶλλον, ὅτι μοῦνοι πάντων ἀνθρώπων Κόλχοι καὶ Αἰγύπτιοι καὶ Αἰθίοπες περιτάμνονται ἀπʼ ἀρχῆς τὰ αἰδοῖα.
Yet this indeed amounts to nothing, for there are others also who are such; but rather from this, that the Colchians, Egyptians, and Ethiopians are the only ones of all mankind who have practiced circumcision from the beginning.
§2.104.3Φοίνικες δὲ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ καὶ αὐτοὶ ὁμολογέουσι παρʼ Αἰγυπτίων μεμαθηκέναι, Σύριοι δὲ οἱ περὶ Θερμώδοντα καὶ Παρθένιον ποταμὸν καὶ Μάκρωνες οἱ τούτοισι ἀστυγείτονες ἐόντες ἀπὸ Κόλχων φασὶ νεωστὶ μεμαθηκέναι.
The Phoenicians and the Syrians in Palestine themselves admit that they learned it from the Egyptians, while the Syrians around the rivers Thermodon and Parthenius, and the Macrones who are their neighbors, say they learned it recently from the Colchians.
οὗτοι γὰρ εἰσὶ οἱ περιταμνόμενοι ἀνθρώπων μοῦνοι, καὶ οὗτοι Αἰγυπτίοισι φαίνονται ποιεῦντες κατὰ ταὐτά.
For these are the only men who practice circumcision, and these appear to act in just the same way as the Egyptians.
§2.104.4αὐτῶν δὲ Αἰγυπτίων καὶ Αἰθιόπων οὐκ ἔχω εἰπεῖν ὁκότεροι παρὰ τῶν ἑτέρων ἐξέμαθον· ἀρχαῖον γὰρ δή τι φαίνεται ἐόν.
But of the Egyptians and Ethiopians themselves, I cannot say which learned it from the other; for indeed it appears to be an ancient thing.
ὡς δὲ ἐπιμισγόμενοι Αἰγύπτῳ ἐξέμαθον, μέγα μοι καὶ τόδε τεκμήριον γίνεται· Φοινίκων ὁκόσοι τῇ Ἑλλάδι ἐπιμίσγονται, οὐκέτι Αἰγυπτίους μιμέονται κατὰ τὰ αἰδοῖα. ἀλλὰ τῶν ἐπιγινομένων οὐ περιτάμνουσι τὰ αἰδοῖα.
And that others learned it by having intercourse with Egypt, this also becomes a great proof to me: those of the Phoenicians who associate with Greece no longer imitate the Egyptians in the matter of their private parts, and do not circumscribe their offspring.