§1.97.1πλεῦνος δὲ αἰεὶ γινομένου τοῦ ἐπιφοιτέοντος, οἷα πυνθανομένων τὰς δίκας ἀποβαίνειν κατὰ τὸ ἐόν, γνοὺς ὁ Δηιόκης ἐς ἑωυτὸν πᾶν ἀνακείμενον οὔτε κατίζειν ἔτι ἤθελε ἔνθα περ πρότερον προκατίζων ἐδίκαζε, οὔτʼ ἔφη δίκαν ἔτι·
由于人们听说他的判决皆能符合事实,前来找他的人便越来越多。 迪奥凯斯看出一切都依赖于他自己,于是他既不想再像以前那样坐在那里升堂审案,也声称自己不再受理案件。
οὐ γὰρ οἱ λυσιτελέειν τῶν ἑωυτοῦ ἐξημεληκότα τοῖσι πέλας διʼ ἡμέρης δικάζειν.
因为他说,荒废了自己的私事而整天为邻人审理案件,对他自己而言是毫无益处的。
§1.97.2ἐούσης ὦν ἁρπαγῆς καὶ ἀνομίης ἔτι πολλῷ μᾶλλον ἀνὰ τὰς κώμας ἢ πρότερον ἦν, συνελέχθησαν οἱ Μῆδοι ἐς τὠυτὸ καὶ ἐδίδοσαν σφίσι λόγον, λέγοντες περὶ τῶν κατηκόντων.
因此,各村庄的抢劫和无王法现象比以前更加严重,米底人便聚集在一处,共同商讨对策,谈论眼前的局势。
ὡς δʼ ἐγὼ δοκέω, μάλιστα ἔλεγον οἱ τοῦ Δηιόκεω φίλοι §1.97.3οὐ γὰρ δὴ τρόπῳ τῷ παρεόντι χρεώμενοι δυνατοὶ εἰμὲν οἰκέειν τὴν χώρην, φέρε στήσωμεν ἡμέων αὐτῶν βασιλέα·
正如我所认为的那样,当时说得最起劲的,主要是迪奥凯斯的朋友们: “既然继续采用现有的生活方式,我们便无法在这片土地上生存下去,那么来吧,让我们为自己立一个国王。
καὶ οὕτω ἥ τε χώρη εὐνομήσεται καὶ αὐτοὶ πρὸς ἔργα τρεψόμεθα, οὐδὲ ὑπʼ ἀνομίης ἀνάστατοι ἐσόμεθα.
这样一来,国家就会得到良好的治理,我们自己也能投身于各自的工作,而不会因无法无天而流离失所。
ταῦτά κῃ λέγοντες πείθουσι ἑωυτοὺς βασιλεύεσθαι.
” 他们用这些话互相说服,决定实行君主制。