§1.98.1αὐτίκα δὲ προβαλλομένων ὅντινα στήσονται βασιλέα, ὁ Δηιόκης ἦν πολλὸς ὑπὸ παντὸς ἀνδρὸς καὶ προβαλλόμενος καὶ αἰνεόμενος, ἐς ὃ τοῦτον καταινέουσι βασιλέα σφίσι εἶναι.
随后,当他们立即提议应该立谁为王时,迪奥凯斯被所有人极力推荐并赞美,直到他们最终同意由他来做他们的国王。
§1.98.2ὃ δʼ ἐκέλευε αὐτοὺς οἰκία τε ἑωυτῷ ἄξια τῆς βασιληίης οἰκοδομῆσαι καὶ κρατῦναι αὐτὸν δορυφόροισι·
而他则命令他们为他建造一座配得上王位的王宫,并用卫兵来保护他。
ποιεῦσι δὴ ταῦτα οἱ Μῆδοι.
米底人确实照办了。
οἰκοδομέουσί τε γὰρ αὐτῷ οἰκία μεγάλα τε καὶ ἰσχυρά, ἵνα αὐτὸς ἔφρασε τῆς χώρης, καὶ δορυφόρους αὐτῷ ἐπιτρέπουσι ἐκ πάντων Μήδων καταλέξασθαι.
因为他们在他在该国指定的地点为他建造了一座既宏伟又坚固的王宫,并允许他从全体米底人中挑选卫兵。
§1.98.3ὁ δὲ ὡς ἔσχε τὴν ἀρχήν, τοὺς Μήδους ἠνάγκασε ἓν πόλισμα ποιήσασθαι καὶ τοῦτο περιστέλλοντας τῶν ἄλλων ἧσσον ἐπιμέλεσθαι.
当他取得统治权后,他强迫米底人合力建造一座城市,并在这座城市筑起防御,从而减少对其他地方的关注。
πειθομένων δὲ καὶ ταῦτα τῶν Μήδων οἰκοδομέει τείχεα μεγάλα τε καὶ καρτερὰ ταῦτα τὰ νῦν Ἀγβάτανα κέκληται, ἕτερον ἑτέρῳ κύκλῳ ἐνεστεῶτα.
米底人对这些要求也顺从了,于是他便建造了如今被称为阿格巴塔纳的高大而坚固的城壁,这些城壁一环套一环地呈同心圆状耸立着。
§1.98.4μεμηχάνηται δὲ οὕτω τοῦτο τὸ τεῖχος ὥστε ὁ ἕτερος τοῦ ἑτέρου κύκλος τοῖσι προμαχεῶσι μούνοισι ἐστι ὑψηλότερος.
这面城墙的设计是这样的:内圈的一层仅比外圈的一层高出一个城垛的高度。
τὸ μέν κού τι καὶ τὸ χωρίον συμμαχέει κολωνὸς ἐὼν ὥστε τοιοῦτο εἶναι, τὸ δὲ καὶ μᾶλλόν τι ἐπετηδεύθη.
在某种程度上,该地是一座山丘的地形也有助于形成这种结构,但另一方面,它更多是经过刻意人工设计而成的。
§1.98.5κύκλων δʼ ἐόντων τῶν συναπάντων ἑπτά, ἐν δὴ τῷ τελευταίῳ τὰ βασιλήια ἔνεστι καὶ οἱ θησαυροί.
城墙总共有七圈,王宫和宝库就在最内里的一圈。
τὸ δʼ αὐτῶν μέγιστον ἐστὶ τεῖχος κατὰ τὸν Ἀθηνέων κύκλον μάλιστά κῃ τὸ μέγαθος.
这些城墙中最外围也是最大的一圈,其大小大约与雅典城墙的周长相当。
τοῦ μὲν δὴ πρώτου κύκλου οἱ προμαχεῶνες εἰσὶ λευκοί, τοῦ δὲ δευτέρου μέλανες, τρίτου δὲ κύκλου φοινίκεοι, τετάρτου δὲ κυάνεοι, πέμπτου δὲ σανδαράκινοι.
第一圈的城垛是白色的,第二圈是黑色的,第三圈是绯红色的,第四圈是深蓝色的,第五圈是黄褐色的。
§1.98.6οὕτω τῶν πέντε κύκλων οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμάκοισι· δύο δὲ οἱ τελευταῖοί εἰσὶ ὃ μὲν καταργυρωμένους ὁ δὲ κατακεχρυσωμένους ἔχων τοὺς προμαχεῶνας.
就这样,这五圈的城垛都涂上了颜料以作装饰;而最后两圈的城垛,则是一圈包银,另一圈包金。