Humanitext Reader

希罗多德 · 历史 §1.96.1-1.96.3

迪奥凯斯公正断案与声望的确立

第 96 段,共 1577 段 · 希腊语

内容简介

讲述了米底人重新落入独裁统治的经过,以及这一过程的起因——迪奥凯斯的出现。他通过主持公道、担任公正的裁判官而赢得了极高的人望。

§1.96.1ἐόντων δὲ αὐτονόμων πάντων ἀνὰ τὴν ἤπειρον, ὧδε αὖτις ἐς τυραννίδα περιῆλθον.
\n虽然大陆上的所有人都处于自治状态,但他们却通过以下方式再次落入独裁统治之中。
ἀνὴρ ἐν τοῖσι Μήδοισι ἐγένετο σοφὸς τῷ οὔνομα ἦν Δηιόκης, παῖς δʼ ἦν Φραόρτεω.
在米底人中有一个名叫迪奥凯斯的智者,他是弗拉奥尔特斯之子。
§1.96.2οὗτος ὁ Δηιόκης ἐρασθεὶς τυραννίδος ἐποίεε τοιάδε.
\n\n这个迪奥凯斯渴望得到独裁权力,于是采取了如下行动。
κατοικημένων τῶν Μήδων κατὰ κώμας, ἐν τῇ ἑωυτοῦ ἐὼν καὶ πρότερον δόκιμος καὶ μᾶλλόν τι καὶ προθυμότερον δικαιοσύνην ἐπιθέμενος ἤσκεε·
当时米底人分散居住在各个村庄里,他在自己的村庄里原本就颇有名望,现在更是加倍热心地奉行并实践正义。
καὶ ταῦτα μέντοι ἐούσης ἀνομίης πολλῆς ἀνὰ πᾶσαν τὴν Μηδικὴν ἐποίεε, ἐπιστάμενος ὅτι τῷ δικαίῳ τὸ ἄδικον πολέμιον ἐστί.
尽管当时整个米底地区极为混乱、毫无王法,他依然坚持这样做,因为他深知不义与正义是不共戴天的。
οἱ δʼ ἐκ τῆς αὐτῆς κώμης Μῆδοι ὁρῶντες αὐτοῦ τοὺς τρόπους δικαστήν μιν ἑωυτῶν αἱρέοντο.
同村的米底人看到他的为人,便推选他做他们自己的裁判官。
ὁ δὲ δή, οἷα μνώμενος ἀρχήν, ἰθύς τε καὶ δίκαιος ἦν,
而他,正像一个窥伺权位的人一样,行事正直而公允。
§1.96.3ποιέων τε ταῦτα ἔπαινον εἶχε οὐκ ὀλίγον πρὸς τῶν πολιητέων, οὕτω ὥστε πυνθανόμενοι οἱ ἐν τῇσι ἄλλῃσι κώμῃσι ὡς Δηιόκης εἴη ἀνὴρ μοῦνος κατὰ τὸ ὀρθὸν δικάζων, πρότερον περιπίπτοντες ἀδίκοισι γνώμῃσι, τότε ἐπείτε ἤκουσαν ἄσμενοι, ἐφοίτων παρὰ τὸν Δηιόκεα καὶ αὐτοὶ δικασόμενοι, τέλος δὲ οὐδενὶ ἄλλῳ ἐπετράποντο.
\n\n由于这样做,他从同胞那里获得了不小的赞誉。 结果,其他村庄的人听说只有迪奥凯斯一人在秉公执法——他们以前常常遭遇不公正的判决——此时便非常高兴地亲自前往迪奥凯斯那里,让他来裁判他们的纠纷,到最后他们甚至不再信任其他任何人。

词汇与语法注释

  1. §1.96.2καὶ ταῦτα μέντοι ἐούσης ἀνομίης πολλῆς — 短语 καὶ ταῦτα 是一个惯用表达,意为“而且是在……”或“尤其是”。在此处,它强调了具有让步意味的属格独立结构(ἐούσης ἀνομίης πολλῆς “在有诸多无法无天之事的情况下”),用以表达“而且是在整个米底地区如此混乱无序的情况下”的含义。
  2. §1.96.2οἷα μνώμενος ἀρχήν — 语气词 οἷα 与分词(此处为 μνώμενος)连用,表示主观原因、动机或伪装(意为“仿佛”、“伪称”)。分词 μνώμενος 是 μνάομαι 的现在中间语态分词,意为“(如求婚般)热切追求”、“谋求”,后接宾格 ἀρχήν(统治权),用以刻画迪奥凯斯隐藏的野心。
  3. §1.96.3δικασόμενοι — 动词 δικάζω(裁判)的中间语态 δικάζομαι 的将来分词,表示目的(意为“为了打官司”或“为了让自己的纠纷得到裁判”)。主动语态意为“作为法官进行审判”,而中间语态则表示作为当事人“提起诉讼”或“寻求裁决”。

引用这一段

希罗多德, 历史 §1.96.1-1.96.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.96.1-1.96.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。