§1.84.1Σάρδιες δὲ ἥλωσαν ὧδε.
萨迪斯是这样被攻陷的。
ἐπειδὴ τεσσερεσκαιδεκάτη ἐγένετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ, Κῦρος τῇ στρατιῇ τῇ ἑωυτοῦ διαπέμψας ἱππέας προεῖπε τῷ πρώτῳ ἐπιβάντι τοῦ τείχεος δῶρα δώσειν.
当克罗伊斯被包围进入第十四天时,居鲁士派骑兵传令全军,宣布将赏赐第一个登上城墙的人。
§1.84.2μετὰ δὲ τοῦτο πειρησαμένης τῆς στρατιῆς ὡς οὐ προεχώρεε, ἐνθαῦτα τῶν ἄλλων πεπαυμένων ἀνὴρ Μάρδος ἐπειρᾶτο προσβαίνων, τῷ οὔνομα ἦν Ὑροιάδης, κατὰ τοῦτο τῆς ἀκροπόλιος τῇ οὐδεὶς ἐτέτακτο φύλακος·
此后,军队虽作尝试却无进展,在其他人纷纷放弃之时,一个名叫许洛伊阿德斯的马尔多斯人,试图从卫城的一处地方攀登上去。
οὐ γὰρ ἦν δεινὸν κατὰ τοῦτο μὴ ἁλῷ κοτέ.
那里没有部署任何守卫,因为人们毫不担心卫城会从这个地方被攻陷。
§1.84.3ἀπότομός τε γὰρ ἐστὶ ταύτῃ ἡ ἀκρόπολις καὶ ἄμαχος·
因为在这个地方,卫城不仅陡峭而且难以攻克。
τῇ οὐδὲ Μήλης ὁ πρότερον βασιλεὺς Σαρδίων μούνῃ οὐ περιήνεικε τὸν λέοντα τὸν οἱ ἡ παλλακὴ ἔτεκε, Τελμησσέων δικασάντων ὡς περιενειχθέντος τοῦ λέοντος τὸ τεῖχος ἔσονται Σάρδιες ἀνάλωτοι.
以前的萨迪斯国王梅莱斯,未曾将他的侍妾为他所生的雄狮带去环绕的,也唯独只有这一个地方。 当时泰尔梅索斯的占卜者判定,只要将雄狮绕城墙一周,萨迪斯便永不会被攻陷。
ὁ δὲ Μήλης κατὰ τὸ ἄλλο τεῖχος περιενείκας, τῇ ἦν ἐπίμαχον τὸ χωρίον τῆς ἀκροπόλιος, κατηλόγησε τοῦτο ὡς ἐὸν ἄμαχόν τε καὶ ἀπότομον·
梅莱斯把雄狮带去环绕了卫城其他易受攻击的城墙,却忽视了这一处,认为它既难攻又陡峭。
ἔστι δὲ πρὸς τοῦ Τμώλου τετραμμένον τῆς πόλιος.
而这里是城市面向特摩罗斯山的一侧。
§1.84.4ὁ ὦν δὴ Ὑροιάδης οὗτος ὁ Μάρδος ἰδὼν τῇ προτεραίῃ τῶν τινα Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλιος καταβάντα ἐπὶ κυνέην ἄνωθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον, ἐφράσθη καὶ ἐς θυμὸν ἐβάλετο·
却说这个马尔多斯人许洛伊阿德斯,在前一天看见一个吕底亚人为了捡起一个从上面滚落的头盔,从卫城的这一处爬下来并将其捡回,他便默默记在心里,并仔细思量。
§1.84.5τότε δὲ δὴ αὐτός τε ἀναβεβήκεε καὶ κατʼ αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον·
于是,此时他自己亲自攀登上去,其他波斯人也跟在他后面登了上去。
προσβάντων δὲ συχνῶν οὕτω δὴ Σάρδιές τε ἡλώκεσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο.
当大批人马登上之后,萨迪斯就这样被攻陷了,整座城市也遭到了洗劫。