§1.85.1κατʼ αὐτὸν δὲ Κροῖσον τάδε ἐγίνετο.
至于克罗伊斯本人,则发生了以下的事情。
ἦν οἱ παῖς, τοῦ καὶ πρότερον ἐπεμνήσθην, τὰ μὲν ἄλλα ἐπιεικής, ἄφωνος δέ.
他有一个儿子,我之前曾提到过,此人在其他方面都很优秀,但却是个哑巴。
ἐν τῇ ὦν παρελθούσῃ εὐεστοῖ ὁ Κροῖσος τὸ πᾶν ἐς αὐτὸν ἐπεποιήκεε, ἄλλα τε ἐπιφραζόμενος, καὶ δὴ καὶ ἐς Δελφοὺς περὶ αὐτοῦ ἐπεπόμφεε χρησομένους.
因此,在过去的繁荣时期,克罗伊斯为他想尽了各种办法,不仅谋划了其他对策,而且特地派人去德尔斐为他求问神谕。
§1.85.2ἡ δὲ Πυθίη οἱ εἶπε τάδε. "
Λυδὲ γένος, πολλῶν βασιλεῦ, μέγα νήπιε Κροῖσε,
μὴ βούλου πολύευκτον ἰὴν ἀνὰ δώματʼ ἀκούειν
παιδὸς φθεγγομένου.
女祭司皮提亚对他说了以下的话: “吕底亚血统、众人的国王、大愚人克罗伊斯啊,莫要渴望在宫殿中听见你那备受期盼的儿子开口说话的声音。
τὸ δέ σοι πολὺ λώιον ἀμφὶς
ἔμμεναι· αὐδήσει γὰρ ἐν ἤματι πρῶτον ἀνόλβῳ.
这对你来说,保持现状要好得多;因为他将在不幸的一天第一次开口说话。
" §1.85.3ἁλισκομένου δὴ τοῦ τείχεος, ἤιε γὰρ τῶν τις Περσέων ἀλλογνώσας Κροῖσον ὡς ἀποκτενέων, Κροῖσος μέν νυν ὁρέων ἐπιόντα ὑπὸ τῆς παρεούσης συμφορῆς παρημελήκεε, οὐδὲ τί οἱ διέφερε πληγέντι ἀποθανεῖν·
” 当城墙被攻陷时,有一个波斯人走上前来,由于认不出克罗伊斯,正准备杀了他。 克罗伊斯虽然看见他走过来,但因眼前的灾祸已心灰意冷,根本不在意,对他而言,被击中而死并没有什么区别。
§1.85.4ὁ δὲ παῖς οὗτος ὁ ἄφωνος ὡς εἶδε ἐπιόντα τὸν Πέρσην, ὑπὸ δέους τε καὶ κακοῦ ἔρρηξε φωνήν, εἶπε δὲ
ὤνθρώπε, μὴ κτεῖνε Κροῖσον.
但这个不会说话的儿子一看见波斯人冲过来,由于惊恐和痛苦,突然放声大喊,说道: “那人,不要杀克罗伊斯!
οὗτος μὲν δὴ τοῦτο πρῶτον ἐφθέγξατο, μετὰ δὲ τοῦτο ἤδη ἐφώνεε τὸν πάντα χρόνον τῆς ζόης.
” 这确实是他生平第一次发声,而在此之后,他在其余生的所有时间里都能说话了。