§1.84.1Σάρδιες δὲ ἥλωσαν ὧδε.
Sardis was taken in this manner.
ἐπειδὴ τεσσερεσκαιδεκάτη ἐγένετο ἡμέρη πολιορκεομένῳ Κροίσῳ, Κῦρος τῇ στρατιῇ τῇ ἑωυτοῦ διαπέμψας ἱππέας προεῖπε τῷ πρώτῳ ἐπιβάντι τοῦ τείχεος δῶρα δώσειν.
When the fourteenth day of the siege had come for Croesus, Cyrus sent horsemen throughout his army and proclaimed that he would give gifts to the first man who should mount the wall.
§1.84.2μετὰ δὲ τοῦτο πειρησαμένης τῆς στρατιῆς ὡς οὐ προεχώρεε, ἐνθαῦτα τῶν ἄλλων πεπαυμένων ἀνὴρ Μάρδος ἐπειρᾶτο προσβαίνων, τῷ οὔνομα ἦν Ὑροιάδης, κατὰ τοῦτο τῆς ἀκροπόλιος τῇ οὐδεὶς ἐτέτακτο φύλακος· οὐ γὰρ ἦν δεινὸν κατὰ τοῦτο μὴ ἁλῷ κοτέ.
After this, when the army had made the attempt and it did not succeed, and when all the others had ceased, a certain Mardian named Hyroiades tried to climb up by that part of the acropolis where no guard had been set; for there was no fear that it would ever be taken at this point.
§1.84.3ἀπότομός τε γὰρ ἐστὶ ταύτῃ ἡ ἀκρόπολις καὶ ἄμαχος· τῇ οὐδὲ Μήλης ὁ πρότερον βασιλεὺς Σαρδίων μούνῃ οὐ περιήνεικε τὸν λέοντα τὸν οἱ ἡ παλλακὴ ἔτεκε, Τελμησσέων δικασάντων ὡς περιενειχθέντος τοῦ λέοντος τὸ τεῖχος ἔσονται Σάρδιες ἀνάλωτοι.
Indeed, at this point the acropolis is sheer and impregnable; this was the only part around which Meles, the former king of Sardis, had not carried the lion which his concubine had borne him, when the diviners of Telmessos judged that if the lion were carried round the wall Sardis would be untakeable.
ὁ δὲ Μήλης κατὰ τὸ ἄλλο τεῖχος περιενείκας, τῇ ἦν ἐπίμαχον τὸ χωρίον τῆς ἀκροπόλιος, κατηλόγησε τοῦτο ὡς ἐὸν ἄμαχόν τε καὶ ἀπότομον· ἔστι δὲ πρὸς τοῦ Τμώλου τετραμμένον τῆς πόλιος.
But Meles, having carried it round the rest of the wall where the acropolis was open to attack, neglected this part as being impregnable and sheer; and it is the part of the city facing towards Tmolus.
§1.84.4ὁ ὦν δὴ Ὑροιάδης οὗτος ὁ Μάρδος ἰδὼν τῇ προτεραίῃ τῶν τινα Λυδῶν κατὰ τοῦτο τῆς ἀκροπόλιος καταβάντα ἐπὶ κυνέην ἄνωθεν κατακυλισθεῖσαν καὶ ἀνελόμενον, ἐφράσθη καὶ ἐς θυμὸν ἐβάλετο·
This Mardian, Hyroiades, having seen on the previous day one of the Lydians come down at this part of the acropolis to fetch a helmet which had rolled down from above, and carry it back up, observed this and laid it to heart.
§1.84.5τότε δὲ δὴ αὐτός τε ἀναβεβήκεε καὶ κατʼ αὐτὸν ἄλλοι Περσέων ἀνέβαινον· προσβάντων δὲ συχνῶν οὕτω δὴ Σάρδιές τε ἡλώκεσαν καὶ πᾶν τὸ ἄστυ ἐπορθέετο.
At that time, therefore, he himself climbed up, and after him others of the Persians went up; and when many had mounted, thus indeed Sardis was taken and the whole city was plundered.