§1.83.1τοιούτων δὲ τοῖσι Σπαρτιήτῃσι ἐνεστεώτων πρηγμάτων ἧκε ὁ Σαρδιηνὸς κῆρυξ δεόμενος Κροίσῳ βοηθέειν πολιορκεομένῳ.
在斯巴达人正面临此等事态之际,来自萨迪斯的传令官赶到,请求他们救援正被包围的克罗伊斯。
οἳ δὲ ὅμως, ἐπείτε ἐπύθοντο τοῦ κήρυκος, ὁρμέατο βοηθέειν.
然而,尽管如此,他们在听取了传令官的报告后,仍急忙准备前去救援。
καί σφι ἤδη παρεσκευασμένοισι καὶ νεῶν ἐουσέων ἑτοίμων ἦλθε ἄλλη ἀγγελίη, ὡς ἡλώκοι τὸ τεῖχος τῶν Λυδῶν καὶ ἔχοιτο Κροῖσος ζωγρηθείς.
当他们已经做好准备且船只也已配备就绪时,又传来了另一个消息,称吕底亚人的城墙已被攻陷,克罗伊斯已被生擒。
οὕτω δὴ οὗτοι μὲν συμφορὴν ποιησάμενοι μεγάλην ἐπέπαυντο.
于是,他们视此为极大的灾祸,便放弃了行动。