§1.60.1μετὰ δὲ οὐ πολλὸν χρόνον τὠυτὸ φρονήσαντες οἵ τε τοῦ Μεγακλέος στασιῶται καὶ οἱ τοῦ Λυκούργου ἐξελαύνουσί μιν.
然而不久之后,美加克勒斯的党羽和吕库古的党羽达成一致,将他驱逐了出去。
οὕτω μὲν Πεισίστρατος ἔσχε τὸ πρῶτον Ἀθήνας, καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐρριζωμένην ἔχων ἀπέβαλε.
庇西特拉图就是这样首次占领了雅典,但由于僭主之位尚未牢固扎根,他便失去了它。
οἳ δὲ ἐξελάσαντες Πεισίστρατον αὖτις ἐκ νέης ἐπʼ ἀλλήλοισι ἐστασίασαν.
而那些驱逐了庇西特拉图的人,又重新开始互相进行党争。
§1.60.2περιελαυνόμενος δὲ τῇ στάσι ὁ Μεγακλέης ἐπεκηρυκεύετο Πεισιστράτῳ, εἰ βούλοιτό οἱ τὴν θυγατέρα ἔχειν γυναῖκα ἐπὶ τῇ τυραννίδι.
美加克勒斯在党争中陷入困境,便派使者与庇西特拉图谈判,问他是否愿意以获得僭主之位为条件,娶自己的女儿为妻。
§1.60.3ἐνδεξαμένου δὲ τὸν λόγον καὶ ὁμολογήσαντος ἐπὶ τούτοισι Πεισιστράτου, μηχανῶνται δὴ ἐπὶ τῇ κατόδῳ πρῆγμα εὐηθέστατον, ὡς ἐγὼ εὑρίσκω, μακρῷ, ἐπεί γε ἀπεκρίθη ἐκ παλαιτέρου τοῦ βαρβάρου ἔθνεος τὸ Ἑλληνικὸν ἐὸν καὶ δεξιώτερον καὶ εὐηθείης ἠλιθίου ἀπηλλαγμένον μᾶλλον, εἰ καὶ τότε γε οὗτοι ἐν Ἀθηναίοισι τοῖσι πρώτοισι λεγομένοισι εἶναι Ἑλλήνων σοφίην μηχανῶνται τοιάδε.
庇西特拉图接受了这一提议并同意了这些条件,于是他们为他的重返策划了一个在我看来显然是最愚蠢的计谋。 因为希腊民族自古以来就与蛮族区分开来,更为聪明且较少愚昧,更何况当时这些人竟然在被称为希腊人中最具智慧的雅典人中,策划了如下的计谋。
§1.60.4ἐν τῷ δήμῳ τῷ Παιανιέι ἦν γυνὴ τῇ οὔνομα ἦν Φύη, μέγαθος ἀπὸ τεσσέρων πηχέων ἀπολείπουσα τρεῖς δακτύλους καὶ ἄλλως εὐειδής·
在派亚尼亚区有一个女人,名叫菲耶,身高只差三指就满四库比特,而且容貌美丽。
ταύτην τὴν γυναῖκα σκευάσαντες πανοπλίῃ, ἐς ἅρμα ἐσβιβάσαντες καὶ προδέξαντες σχῆμα οἷόν τι ἔμελλε εὐπρεπέστατον φανέεσθαι ἔχουσα, ἤλαυνον ἐς τὸ ἄστυ, προδρόμους κήρυκας προπέμψαντες·
他们让这个女人穿戴上全套盔甲,让她登上战车,并预先教她摆出最显端庄高贵的姿态,在派出了先遣传令官之后,将车赶进了城里。
οἳ τὰ ἐντεταλμένα ἠγόρευον ἀπικόμενοι ἐς τὸ ἄστυ, λέγοντες τοιάδε· §1.60.5ὦ Ἀθηναῖοι, δέκεσθε ἀγαθῷ νόῳ Πεισίστρατον, τὸν αὐτὴ ἡ Ἀηθναίη τιμήσασα ἀνθρώπων μάλιστα κατάγει ἐς τὴν ἑωυτῆς ἀκρόπολιν.
传令官们到达城里后,宣布了奉命传达的话,说道: “雅典人啊,请以善意迎接庇西特拉图吧! 阿典娜女神亲自在世人中最器重他,正将他迎回她自己的卫城。
οἳ μὲν δὴ ταῦτα διαφοιτέοντες ἔλεγον·
” 传令官们四处奔走宣扬这些话。
αὐτίκα δὲ ἔς τε τοὺς δήμους φάτις ἀπίκετο ὡς Ἀθηναίη Πεισίστρατον κατάγει, καὶ οἱ ἐν τῷ ἄστεϊ πειθόμενοι τὴν γυναῖκα εἶναι αὐτὴν τὴν θεὸν προσεύχοντό τε τὴν ἄνθρωπον καὶ ἐδέκοντο Πεισίστρατον.
顿时,各区便传开消息说阿典娜正在迎回庇西特拉图,而城里的人信以为真,认为那女人就是女神本人,便向这个凡人顶礼膜拜,并迎回了庇西特拉图。