Humanitext Reader

希罗多德 · 历史 §1.61.1-1.61.4

庇西特拉图的第二次流亡与重返准备

第 61 段,共 1577 段 · 希腊语

内容简介

由于庇西特拉图以反常方式与美加克勒斯的女儿同房,愤怒的美加克勒斯与政敌和解并再次驱逐了他;庇西特拉图一行随后募集外部援助,为重返做准备。

§1.61.1ἀπολαβὼν δὲ τὴν τυραννίδα τρόπῳ τῷ εἰρημένῳ ὁ Πεισίστρατος κατὰ τὴν ὁμολογίην τὴν πρὸς Μεγακλέα γενομένην γαμέει τοῦ Μεγακλέος τὴν θυγατέρα.
庇西特拉图以上述方式重获僭主之位后,根据与美加克勒斯达成的协议,娶了美加克勒斯的女儿。
οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων νεηνιέων καὶ λεγομένων ἐναγέων εἶναι τῶν Ἀλκμεωνιδέων, οὐ βουλόμενός οἱ γενέσθαι ἐκ τῆς νεογάμου γυναικὸς τέκνα ἐμίσγετό οἱ οὐ κατὰ νόμον.
然而,由于他已经有了年轻的儿子们,且阿尔克迈翁家族被传为带有诅咒,他不希望与这位新婚妻子生下孩子,于是便以不合常理的方式与她同房。
§1.61.2τὰ μέν νυν πρῶτα ἔκρυπτε ταῦτα ἡ γυνή, μετὰ δὲ εἴτε ἱστορεύσῃ εἴτε καὶ οὒ φράζει τῇ ἑωυτῆς μητρί, ἣ δὲ τῷ ἀνδρί.
妻子起初隐瞒了这件事,但后来——无论是被询问还是未被询问——她告诉了自己的母亲,而母亲又转告了丈夫。
ὀργῇ δὲ ὡς εἶχε καταλλάσσετο τὴν ἔχθρην τοῖσι στασιώτῃσι.
美加克勒斯在愤怒之下,与自己的政敌重归于好,消除了敌对关系。
μαθὼν δὲ ὁ Πεισίστρατος τὰ ποιεύμενα ἐπʼ ἑωυτῷ ἀπαλλάσσετο ἐκ τῆς χώρης τὸ παράπαν, ἀπικόμενος δὲ ἐς Ἐρέτριαν ἐβουλεύετο ἅμα τοῖσι παισί.
庇西特拉图得知针对他所进行的勾当后,彻底离开了该国;在抵达埃雷特里亚后,他与儿子们共同商议。
§1.61.3Ἱππίεω δὲ γνώμῃ νικήσαντος ἀνακτᾶσθαι ὀπίσω τὴν τυραννίδα, ἐνθαῦτα ἤγειρον δωτίνας ἐκ τῶν πολίων αἵτινές σφι προαιδέοντό κού τι.
希庇亚斯关于夺回僭主之位的意见占了上风,于是他们开始从那些曾欠下他们恩情的城市中募集捐款。
πολλῶν δὲ μεγάλα παρασχόντων χρήματα, Θηβαῖοι ὑπερεβάλοντο τῇ δόσι τῶν χρημάτων.
许多城市提供了巨额资金,而底比斯人在资金捐助的数额上超过了所有人。
§1.61.4μετὰ δέ, οὐ πολλῷ λόγῳ εἰπεῖν, χρόνος διέφυ καὶ πάντα σφι ἐξήρτυτο ἐς τὴν κάτοδον·
此后,简而言之,时光流逝,他们为重返所做的一切准备都已就绪。
καὶ γὰρ Ἀργεῖοι μισθωτοὶ ἀπίκοντο ἐκ Πελοποννήσου, καὶ Νάξιός σφι ἀνὴρ ἀπιγμένος ἐθελοντής, τῷ οὔνομα ἦν Λύγδαμις, προθυμίην πλείστην παρείχετο, κομίσας καὶ χρήματα καὶ ἄνδρας.
因为阿哥斯雇佣兵从伯罗奔尼撒赶来,而且一个名叫吕格达米斯的纳克索斯人自愿前来,带来了资金和士兵,表现出了极大的热情。

词汇与语法注释

  1. 1.61.1οἷα δὲ παίδων τέ οἱ ὑπαρχόντων — 表示客观原因的词 οἷα(相当于 ἅτε)引导属格绝对结构(παίδων ... ὑπαρχόντων)。接下来的 καὶ λεγομένων ... 同样并列在此结构之下。
  2. 1.61.2ὡς εἶχε — 由副词 ὡς 和动词 ἔχω(不及物动词用法,意为“处于某状态”)的过去时组成的习惯用法,意为“就那样地”、“立刻”。此处修饰 ὀργῇ(方式与格“愤怒地”),表示“处于极度愤怒的状态中”。
  3. 1.61.4οὐ πολλῷ λόγῳ εἰπεῖν — 不定式 εἰπεῖν 的绝对用法,构成插入语,意为“简而言之”、“长话短说”。οὐ πολλῷ λόγῳ 是方式或手段与格。

引用这一段

希罗多德, 历史 §1.61.1-1.61.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.61.1-1.61.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。