Humanitext Reader

希罗多德 · 历史 §1.59.1-1.59.6

庇西特拉图的崛起与雅典僭主统治的建立

第 59 段,共 1577 段 · 希腊语

内容简介

克罗伊索斯得知雅典在庇西特拉图的僭主统治下分裂。叙事讲述了庇西特拉图出生前的神迹,以及他后来如何通过自残伪造袭击以获得持棒卫队,从而占领卫城并建立统治的经过。

§1.59.1τούτων δὴ ὦν τῶν ἐθνέων τὸ μὲν Ἀττικὸν κατεχόμενόν τε καὶ διεσπασμένον ἐπυνθάνετο ὁ Κροῖσος ὑπὸ Πεισιστράτου τοῦ Ἱπποκράτεος τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων.
在这些民族中,克罗伊索斯得知阿提卡民族当时正受到希波克拉底之子庇西特拉图的压制和分裂,此人当时正僭越统治着雅典人。
Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα· θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον.
因为对身为普通公民、当时正在观看奥林匹亚竞技的希波克拉底来说,发生了一个巨大的神迹:当他献祭牺牲时,放在那里的、装满了肉和水的大锅,在没有火的情况下沸腾并溢了出来。
§1.59.2Χίλων δὲ ὁ Λακεδαιμόνιος παρατυχὼν καὶ θεησάμενος τὸ τέρας συνεβούλευε Ἱπποκράτεϊ πρῶτα μὲν γυναῖκα μὴ ἄγεσθαι τεκνοποιὸν ἐς τὰ οἰκία, εἰ δὲ τυγχάνει ἔχων, δευτέρα τὴν γυναῖκα ἐκπέμπειν, καὶ εἴ τίς οἱ τυγχάνει ἐὼν παῖς, τοῦτον ἀπείπασθαι.
碰巧在场并目睹了这一神迹的拉刻代蒙人奇伦建议希波克拉底,首先不要娶能生育的妻子进家门;其次,如果碰巧已经有了妻子,就应该休掉她;再者,如果碰巧有任何儿子,就应当宣布与他脱离关系。
§1.59.3οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα·
然而,尽管奇伦给出了这样的劝告,希波克拉底却不愿听从。
γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον, ὃς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων, καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμέωνος, τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω, καταφρονήσας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν·
此后,他生下了这个庇西特拉图。 当时,沿海地区的雅典人与平原地区的雅典人正在发生党争——前者由阿尔克美翁之子美加克勒斯率领,后者由阿利斯托莱得斯之子吕库古率领。 庇西特拉图觊觎僭主之位,挑起了第三个党派。
συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε.
他召集了党羽,名义上成为了山地人的首领,并策划了如下的计谋。
§1.59.4τρωματίσας ἑωυτόν τε καὶ ἡμιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς, οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν, ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ, Νίσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα.
他弄伤了自己和他的骡子,将车赶进了广场,伪装成仿佛是从敌人那里逃脱出来的样子,借口说当他赶车去乡下时,敌人想要杀害他;由于他此前在对墨伽拉人的战役中担任将军赢得了声誉,夺取了尼萨亚并建立了其他伟大的功勋,他便向民众哀求,希望从他们那里获得某种卫队来保护自己。
§1.59.5ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου, κορυνηφόροι δέ· ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθε.
受到欺骗的雅典民众从公民中挑选出一些人给予他,这些人并没有成为庇西特拉图的持枪卫士,而是成为了他的持棒卫士;因为他们手持木棒随行其后。
§1.59.6συνεπαναστάντες δὲ οὗτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν.
这些人与庇西特拉图一同起事,占领了卫城。
ἔνθα δὴ ὁ Πεισίστρατος ἦρχε Ἀθηναίων, οὔτε τιμὰς τὰς ἐούσας συνταράξας οὔτε θέσμια μεταλλάξας, ἐπί τε τοῖσι κατεστεῶσι ἔνεμε τὴν πόλιν κοσμέων καλῶς τε καὶ εὖ.
于是,庇西特拉图统治了雅典人,他既没有扰乱现有的特权,也没有改变法律,而是根据既定的制度管理城市,将其治理得井井有条、非常出色。

词汇与语法注释

  1. 1.59.1κατεχόμενόν τε καὶ διεσπασμένον — 作为表示知觉、传达的动词 ἐπυνθάνετο 的补足语的宾格分词,修饰主语 τὸ μὲν Ἀττικὸν(阿提卡民族),构成间接陈述:“他得知阿提卡民族正受到压制和分裂”。
  2. 1.59.3πείθεσθαι θέλειν ... γενέσθαι — 在间接叙述(Oratio Obliqua)中使用的不定式,用以在没有显式限定动词引导的情况下继续传闻或传统叙事,这是希罗多德特有的叙事风格。
  3. 1.59.3καταφρονήσας τὴν τυραννίδα — 动词 καταφρονέω 通常意为“蔑视、轻视”,但在希罗多德的独特用法中,此处意为“觊觎、切望”或“企图夺取(僭主之位)”。
  4. 1.59.4φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι — 不定式 κυρῆσαι(动词 κυρέω“获得”的不定过去时,支配属格 φυλακῆς τινος)作 ἐδέετο(“哀求”)的宾语。介词短语 πρὸς αὐτοῦ 在此作反身理解,意为“为了他自己”或“在他那一方”,这是爱奥尼亚方言中用人称代词代替反身代词(πρὸς ἑωυτοῦ)的常见习惯。

引用这一段

希罗多德, 历史 §1.59.1-1.59.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.59.1-1.59.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。