§1.60.1μετὰ δὲ οὐ πολλὸν χρόνον τὠυτὸ φρονήσαντες οἵ τε τοῦ Μεγακλέος στασιῶται καὶ οἱ τοῦ Λυκούργου ἐξελαύνουσί μιν.
Not long after, however, the partisans of Megacles and those of Lycurgus, having come to the same mind, drove him out.
οὕτω μὲν Πεισίστρατος ἔσχε τὸ πρῶτον Ἀθήνας, καὶ τὴν τυραννίδα οὔκω κάρτα ἐρριζωμένην ἔχων ἀπέβαλε.
In this way Pisistratus first obtained Athens, but lost the tyranny before it was yet firmly rooted.
οἳ δὲ ἐξελάσαντες Πεισίστρατον αὖτις ἐκ νέης ἐπʼ ἀλλήλοισι ἐστασίασαν.
And those who had driven out Pisistratus began to wage faction against one another once anew.
§1.60.2περιελαυνόμενος δὲ τῇ στάσι ὁ Μεγακλέης ἐπεκηρυκεύετο Πεισιστράτῳ, εἰ βούλοιτό οἱ τὴν θυγατέρα ἔχειν γυναῖκα ἐπὶ τῇ τυραννίδι.
Megacles, being hard pressed by the faction, sent a message to Pisistratus, asking if he would be willing to take his daughter as a wife on condition of receiving the tyranny.
§1.60.3ἐνδεξαμένου δὲ τὸν λόγον καὶ ὁμολογήσαντος ἐπὶ τούτοισι Πεισιστράτου, μηχανῶνται δὴ ἐπὶ τῇ κατόδῳ πρῆγμα εὐηθέστατον, ὡς ἐγὼ εὑρίσκω, μακρῷ, ἐπεί γε ἀπεκρίθη ἐκ παλαιτέρου τοῦ βαρβάρου ἔθνεος τὸ Ἑλληνικὸν ἐὸν καὶ δεξιώτερον καὶ εὐηθείης ἠλιθίου ἀπηλλαγμένον μᾶλλον, εἰ καὶ τότε γε οὗτοι ἐν Ἀθηναίοισι τοῖσι πρώτοισι λεγομένοισι εἶναι Ἑλλήνων σοφίην μηχανῶνται τοιάδε.
Pisistratus having accepted the proposal and agreed on these terms, they devised for his return a plan which is, as far as I can find, by far the most foolish; since the Greek nation has of old been distinguished from the barbarian as being both more clever and more free from silly foolishness, and yet even then these men devised such things among the Athenians, who are said to be the first of the Greeks in wisdom.
§1.60.4ἐν τῷ δήμῳ τῷ Παιανιέι ἦν γυνὴ τῇ οὔνομα ἦν Φύη, μέγαθος ἀπὸ τεσσέρων πηχέων ἀπολείπουσα τρεῖς δακτύλους καὶ ἄλλως εὐειδής·
There was in the Paeanian deme a woman whose name was Phye, lacking three fingers' breadth of four cubits in height, and otherwise well-favored.
ταύτην τὴν γυναῖκα σκευάσαντες πανοπλίῃ, ἐς ἅρμα ἐσβιβάσαντες καὶ προδέξαντες σχῆμα οἷόν τι ἔμελλε εὐπρεπέστατον φανέεσθαι ἔχουσα, ἤλαυνον ἐς τὸ ἄστυ, προδρόμους κήρυκας προπέμψαντες· οἳ τὰ ἐντεταλμένα ἠγόρευον ἀπικόμενοι ἐς τὸ ἄστυ, λέγοντες τοιάδε· §1.60.5ὦ Ἀθηναῖοι, δέκεσθε ἀγαθῷ νόῳ Πεισίστρατον, τὸν αὐτὴ ἡ Ἀηθναίη τιμήσασα ἀνθρώπων μάλιστα κατάγει ἐς τὴν ἑωυτῆς ἀκρόπολιν. οἳ μὲν δὴ ταῦτα διαφοιτέοντες ἔλεγον· αὐτίκα δὲ ἔς τε τοὺς δήμους φάτις ἀπίκετο ὡς Ἀθηναίη Πεισίστρατον κατάγει, καὶ οἱ ἐν τῷ ἄστεϊ πειθόμενοι τὴν γυναῖκα εἶναι αὐτὴν τὴν θεὸν προσεύχοντό τε τὴν ἄνθρωπον καὶ ἐδέκοντο Πεισίστρατον.
Having equipped this woman in full armor, and having placed her in a chariot, and having previously shown her the posture in which she was likely to appear most graceful, they drove into the city, having sent ahead runners as heralds, who, upon arriving in the city, proclaimed what was commanded, saying as follows: "O Athenians, receive Pisistratus with a friendly mind, whom Athena herself, honoring him most of all men, is bringing back to her own acropolis." These went about dispersing and saying this; and immediately a rumor reached the demes that Athena was bringing back Pisistratus, and those in the city, believing the woman to be the goddess herself, worshipped the human being and received Pisistratus.