§1.58.1τὸ δὲ Ἑλληνικὸν γλώσσῃ μὲν ἐπείτε ἐγένετο αἰεί κοτε τῇ αὐτῇ διαχρᾶται, ὡς ἐμοὶ καταφαίνεται εἶναι·
另一方面,在我看来,希腊民族自诞生以来就一直使用着相同的语言。
ἀποσχισθὲν μέντοι ἀπὸ τοῦ Πελασγικοῦ ἐόν ἀσθενές, ἀπό σμικροῦ τεο τὴν ἀρχὴν ὁρμώμενον αὔξηται ἐς πλῆθος τῶν ἐθνέων, Πελασγῶν μάλιστα προσκεχωρηκότων αὐτῷ καὶ ἄλλων ἐθνέων βαρβάρων συχνῶν.
然而,它从佩拉斯吉民族中分裂出来,最初是弱小的,从微小的起点开始,主要由于佩拉斯吉人以及其他许多非希腊民族的加入,它才壮大成为众多的民族。
πρόσθε δὲ ὦν ἔμοιγε δοκέει οὐδὲ τὸ Πελασγικὸν ἔθνος, ἐὸν βάρβαρον, οὐδαμὰ μεγάλως αὐξηθῆναι.
而在那之前,在我看来,由于佩拉斯吉民族是非希腊性质的,甚至连他们也从未得到巨大的发展。