§1.59.1τούτων δὴ ὦν τῶν ἐθνέων τὸ μὲν Ἀττικὸν κατεχόμενόν τε καὶ διεσπασμένον ἐπυνθάνετο ὁ Κροῖσος ὑπὸ Πεισιστράτου τοῦ Ἱπποκράτεος τοῦτον τὸν χρόνον τυραννεύοντος Ἀθηναίων.
Of these nations, Croesus learned that the Attic one was held down and divided by Pisistratus, the son of Hippocrates, who was at that time tyrant of the Athenians.
Ἱπποκράτεϊ γὰρ ἐόντι ἰδιώτῃ καὶ θεωρέοντι τὰ Ὀλύμπια τέρας ἐγένετο μέγα· θύσαντος γὰρ αὐτοῦ τὰ ἱρὰ οἱ λέβητες ἐπεστεῶτες καὶ κρεῶν τε ἐόντες ἔμπλεοι καὶ ὕδατος ἄνευ πυρὸς ἔζεσαν καὶ ὑπερέβαλον.
For to Hippocrates, who was a private citizen and was watching the Olympic games, a great prodigy occurred: when he had sacrificed the victims, the cauldrons which were standing there, being full of meat and water, boiled and boiled over without fire.
§1.59.2Χίλων δὲ ὁ Λακεδαιμόνιος παρατυχὼν καὶ θεησάμενος τὸ τέρας συνεβούλευε Ἱπποκράτεϊ πρῶτα μὲν γυναῖκα μὴ ἄγεσθαι τεκνοποιὸν ἐς τὰ οἰκία, εἰ δὲ τυγχάνει ἔχων, δευτέρα τὴν γυναῖκα ἐκπέμπειν, καὶ εἴ τίς οἱ τυγχάνει ἐὼν παῖς, τοῦτον ἀπείπασθαι.
Chilon the Lacedaemonian, who happened to be present and witnessed the prodigy, advised Hippocrates, first, not to bring a child-bearing wife into his house; second, if he happened to have one, to send her away; and if he happened to have any son, to disown him.
§1.59.3οὔκων ταῦτα παραινέσαντος Χίλωνος πείθεσθαι θέλειν τὸν Ἱπποκράτεα·
However, Hippocrates was not willing to obey Chilon who advised these things.
γενέσθαι οἱ μετὰ ταῦτα τὸν Πεισίστρατον τοῦτον, ὃς στασιαζόντων τῶν παράλων καὶ τῶν ἐκ τοῦ πεδίου Ἀθηναίων, καὶ τῶν μὲν προεστεῶτος Μεγακλέος τοῦ Ἀλκμέωνος, τῶν δὲ ἐκ τοῦ πεδίου Λυκούργου Ἀριστολαΐδεω, καταφρονήσας τὴν τυραννίδα ἤγειρε τρίτην στάσιν· συλλέξας δὲ στασιώτας καὶ τῷ λόγῳ τῶν ὑπερακρίων προστὰς μηχανᾶται τοιάδε.
Afterwards, this Pisistratus was born to him, who, when the Athenians of the coast and those of the plain were in faction—the former led by Megacles son of Alcmeon, and the latter by Lycurgus son of Aristolaides—aiming at the tyranny, raised a third faction; and having gathered partisans and nominally putting himself at the head of the men of the hills, he devised the following.
§1.59.4τρωματίσας ἑωυτόν τε καὶ ἡμιόνους ἤλασε ἐς τὴν ἀγορὴν τὸ ζεῦγος ὡς ἐκπεφευγὼς τοὺς ἐχθρούς, οἵ μιν ἐλαύνοντα ἐς ἀγρὸν ἠθέλησαν ἀπολέσαι δῆθεν, ἐδέετό τε τοῦ δήμου φυλακῆς τινος πρὸς αὐτοῦ κυρῆσαι, πρότερον εὐδοκιμήσας ἐν τῇ πρὸς Μεγαρέας γενομένῃ στρατηγίῃ, Νίσαιάν τε ἑλὼν καὶ ἄλλα ἀποδεξάμενος μεγάλα ἔργα.
Having wounded himself and his mules, he drove his chariot into the marketplace as though he had escaped from his enemies, who, as he was driving into the country, supposedly wished to destroy him; and he begged the people that he might obtain some guard from them, having previously won renown in his campaign against the Megarians, and having captured Nisaea and performed other great deeds.
§1.59.5ὁ δὲ δῆμος ὁ τῶν Ἀθηναίων ἐξαπατηθεὶς ἔδωκέ οἱ τῶν ἀστῶν καταλέξας ἄνδρας τούτους οἳ δορυφόροι μὲν οὐκ ἐγένοντο Πεισιστράτου, κορυνηφόροι δέ· ξύλων γὰρ κορύνας ἔχοντες εἵποντό οἱ ὄπισθε.
And the Athenian people, being deceived, gave him, having chosen them from the citizens, those men who became not indeed the spear-bearers of Pisistratus, but his club-bearers; for carrying wooden clubs, they followed behind him.
§1.59.6συνεπαναστάντες δὲ οὗτοι ἅμα Πεισιστράτῳ ἔσχον τὴν ἀκρόπολιν.
And these rising up together with Pisistratus seized the acropolis.
ἔνθα δὴ ὁ Πεισίστρατος ἦρχε Ἀθηναίων, οὔτε τιμὰς τὰς ἐούσας συνταράξας οὔτε θέσμια μεταλλάξας, ἐπί τε τοῖσι κατεστεῶσι ἔνεμε τὴν πόλιν κοσμέων καλῶς τε καὶ εὖ.
Thereupon Pisistratus ruled the Athenians, neither disturbing the existing privileges nor altering the laws; but according to the established customs, he administered the city, ordering it beautifully and well.