§1.37.1ταῦτα ἀμείψατο·
他这样回答道。
ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν, ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί.
正当米西亚人满足于这些话时,克罗伊斯的儿子走了进来,他已经听到了米西亚人们所请求的事。
οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν, λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε. §1.37.2ὦ πάτερ, τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν·
由于克罗伊斯坚称决不把儿子派去和他们在一起,这青年便对父亲说道: “父亲啊,以前对我们来说,经常去参加战争和狩猎以赢得名声,是最美好、最高尚的事。
νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις, οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι;
但如今,您虽然未曾在我身上发现任何胆怯或懦弱,却把我和这两件事都隔绝开了。 现在,当我往返于广场时,该以怎样的面目示人呢?
§1.37.3κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι, κοῖος δέ τις τῇ νεογάμῳ γυναικί;
在市民们眼里,我会是个怎样的人? 在新婚的妻子眼里,我又会是个怎样的人?
κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν;
她会觉得自己在和怎样一个丈夫共同生活?
ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην, ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα.
因此,要么您放我去参加狩猎,要么用道理说服我,为什么这样安排对我才是更好的。 ”