§1.37.1ταῦτα ἀμείψατο· ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν, ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί.
Thus he answered; and while the Mysians were content with these words, the son of Croesus came in, having heard what the Mysians were requesting.
οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν, λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε. §1.37.2ὦ πάτερ, τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν·
Since Croesus flatly refused to send his son with them, the young man spoke to him as follows: "O father, in former times it was the finest and most noble thing for us to win renown by constantly going to wars and to the chase.
νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις, οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι;
But now you keep me locked out from both of these, although you have observed neither cowardice nor lack of spirit in me. And now, with what eyes must I appear when I go to and from the marketplace?
§1.37.3κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι, κοῖος δέ τις τῇ νεογάμῳ γυναικί;
What kind of man shall I seem to the citizens, and what kind to my newly married wife?
κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν;
What kind of husband will she think she is living with?
ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην, ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα.
Therefore, either let me go to the hunt, or convince me by argument how it is better for me that things are done this way."