Humanitext Reader

希罗多德 · 历史 §1.36.1-1.36.3

米西亚巨猪为害与向克罗伊斯的求援

第 36 段,共 1577 段 · 希腊语

内容简介

在阿德拉斯托斯寓居期间,米西亚出现巨型野猪为害,居民请求派遣王子协助捕杀,但克罗伊斯因预言之梦而拒绝派子,仅承诺派遣选拔队与猎犬。

§1.36.1ὃ μὲν δὴ δίαιταν εἶχε ἐν Κροίσου.
于是,他在克罗伊斯的家安顿下来。
ἐν δὲ τῷ αὐτῷ χρόνῳ τούτῳ ἐν τῷ Μυσίῳ Ὀλύμπῳ ὑὸς χρῆμα γίνεται μέγα· ὁρμώμενος δὲ οὗτος ἐκ τοῦ ὄρεος τούτου τὰ τῶν Μυσῶν ἔργα διαφθείρεσκε.
就在这同一时期,在米西亚的奥林匹斯山上出现了一只巨大的野猪;它从这座山上冲下来,屡屡破坏米西亚人的耕地。
πολλάκις δὲ οἱ Μυσοὶ ἐπʼ αὐτὸν ἐξελθόντες ποιέεσκον μὲν κακὸν οὐδέν, ἔπασχον δὲ πρὸς αὐτοῦ.
米西亚人虽然多次出击去捕杀它,却没能对它造成任何伤害,反而自己遭受了损失。
§1.36.2τέλος δὲ ἀπικόμενοι παρὰ τὸν Κροῖσον τῶν Μυσῶν ἄγγελοι ἔλεγον τάδε. ὦ βασιλεῦ, ὑὸς χρῆμα μέγιστον ἀνεφάνη ἡμῖν ἐν τῇ χώρῃ, ὃς τὰ ἔργα διαφθείρει.
最终,米西亚人的使者来到克罗伊斯这里,说道: “王啊,我们境内出现了一只极大无比的野猪,它正在破坏我们的耕地。
τοῦτον προθυμεόμενοι ἑλεῖν οὐ δυνάμεθα.
我们虽极想捕获它,却无能为力。
νῦν ὦν προσδεόμεθά σευ τὸν παῖδα καὶ λογάδας νεηνίας καὶ κύνας συμπέμψαι ἡμῖν, ὡς ἄν μιν ἐξέλωμεν ἐκ τῆς χώρης.
因此,现在我们恳求您派遣您的儿子、选拔出来的青年以及猎犬同我们一起去,以便我们能把它从我们的国土上清除出去。
§1.36.3οἳ μὲν δὴ τούτων ἐδέοντο, Κροῖσος δὲ μνημονεύων τοῦ ὀνείρου τὰ ἔπεα ἔλεγέ σφι τάδε. παιδὸς μὲν πέρι τοῦ ἐμοῦ μὴ μνησθῆτε ἔτι·
” 他们提出了这样的请求,但克罗伊斯记着那个梦,对他们说了这样的话: “关于我的儿子,请不要再提了。
οὐ γὰρ ἂν ὑμῖν συμπέμψαιμι·
因为我是绝对不会把它派去和你们在一起的。
νεόγαμός τε γὰρ ἐστὶ καὶ ταῦτά οἱ νῦν μέλει.
因为他刚新婚,如今这正是他所关心的事。
Λυδῶν μέντοι λογάδας καὶ τὸ κυνηγέσιον πᾶν συμπέμψω, καὶ διακελεύσομαι τοῖσι ἰοῦσι εἶναι ὡς προθυμοτάτοισι συνεξελεῖν ὑμῖν τὸ θηρίον ἐκ τῆς χώρης.
不过,我会派遣吕底亚人中的精选之士以及所有的猎犬,并会叮嘱前去的人们尽心尽力,协助你们将那猛兽从你们的土地上清除出去。 ”

词汇与语法注释

  1. 1.36.1ἐν Κροίσου — 意为“在克罗伊斯的[家]中”。这是一种习惯性的省略表达,省略了名词 οἴκῳ(家、房屋)或 οἰκίοις,仅保留了所有格属格 Κροίσου。
  2. 1.36.1ὑὸς χρῆμα — 直译为“野猪之物”。“属格 + χρῆμα”的结构是一种口语化或诗歌中的迂回表达,用以强调事物的巨大或惊人性质,在此处意为“一只巨大的野猪”。
  3. 1.36.1διαφθείρεσκε — 动词 διαφθείρω(破坏)的未完成过去时。附有接尾辞 `-σκε-`(表示反复、经常,是爱奥尼亚方言和史诗语言的特征),用于表示野猪“接二连三地、反复破坏”这一持续性的动作。随后的 `ποιέεσκον` 同样是这种反复过去时。
  4. 1.36.2ὡς ἄν — 伴随虚拟语气 `ἐξέλωμεν` 引导目的从句(“为了……”)。在雅典方言中,目的从句很少伴随 ἄν,但在荷马和希罗多德(爱奥尼亚方言)中,ὡς ἄν + 虚拟语气经常被用作引导目的的表达。
  5. 1.36.3οὐ γὰρ ἂν...συμπέμψαιμι — ἄν + 祈愿语气(optative)的形式。此处并非表示对未来的推测或可能性,而是表示一种委婉但坚决的拒绝或决心(“因为我绝不打算派……”)。

引用这一段

希罗多德, 历史 §1.36.1-1.36.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.36.1-1.36.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。