§1.37.1ταῦτα ἀμείψατο·
このように彼は答えた。
ἀποχρεωμένων δὲ τούτοισι τῶν Μυσῶν, ἐπεσέρχεται ὁ τοῦ Κροίσου παῖς ἀκηκοὼς τῶν ἐδέοντο οἱ Μυσοί.
ミュシア人たちがこれらの言葉で満足していると、ミュシア人たちが求めていたことを聞き及んでいたクロイソスの息子が入ってきた。
οὐ φαμένου δὲ τοῦ Κροίσου τόν γε παῖδά σφι συμπέμψειν, λέγει πρὸς αὐτὸν ὁ νεηνίης τάδε.
クロイソスが、息子を彼らとともに派遣することは断じてないと言うので、その若者は彼に向かって次のように言った。
§1.37.2ὦ πάτερ, τὰ κάλλιστα πρότερον κοτὲ καὶ γενναιότατα ἡμῖν ἦν ἔς τε πολέμους καὶ ἐς ἄγρας φοιτέοντας εὐδοκιμέειν·
「父よ、かつて私たちにとって、戦争や狩りにしばしば出かけて名声を博することは、最も美しく、最も気高いことでした。
νῦν δὲ ἀμφοτέρων με τούτων ἀποκληίσας ἔχεις, οὔτε τινὰ δειλίην μοι παριδὼν οὔτε ἀθυμίην νῦν τε τέοισί με χρὴ ὄμμασι ἔς τε ἀγορὴν καὶ ἐξ ἀγορῆς φοιτέοντα φαίνεσθαι;
しかし今やあなたは、私の中に臆病さも意気地なさも見出していないにもかかわらず、私をこれら両方から遠ざけてしまっています。 今や私は、どのような顔をして広場へと行き来する姿を見せればよいのでしょうか。
§1.37.3κοῖος μέν τις τοῖσι πολιήτῃσι δόξω εἶναι, κοῖος δέ τις τῇ νεογάμῳ γυναικί;
私は市民たちの目にどのような男と映るでしょうか。 また新婚の妻の目にはどのような男と映るでしょうか。
κοίῳ δὲ ἐκείνη δόξει ἀνδρὶ συνοικέειν;
彼女は、いかなる夫と連れ添っていると思うでしょうか。
ἐμὲ ὦν σὺ ἢ μέτες ἰέναι ἐπὶ τὴν θήρην, ἢ λόγῳ ἀνάπεισον ὅκως μοι ἀμείνω ἐστὶ ταῦτα οὕτω ποιεόμενα.
ですから、私を狩りに行かせてくださるか、あるいは、このようにされることが私にとってより良いことなのだと言葉で納得させてください。 」