§1.38.1ἀμείβεται Κροῖσος τοῖσιδε. ὦ παῖ, οὔτε δειλίην οὔτε ἄλλο οὐδὲν ἄχαρι παριδών, τοι ποιέω ταῦτα, ἀλλά μοι ὄψις ὀνείρου ἐν τῷ ὕπνῳ ἐπιστᾶσα ἔφη σε ὀλιγοχρόνιον ἔσεσθαι· ὑπὸ γὰρ αἰχμῆς σιδηρέης ἀπολέεσθαι.
克罗伊斯用这些话回答道: “我的孩子,我这样做,并不是因为在你身上看到了胆怯或任何其他令人不快的地方,而是因为在睡眠中出现在我面前的一个梦中幻象告诉我,你的寿命将是短暂的,因为你将死于铁制的矛头之下。
§1.38.2πρὸς ὧν τὴν ὄψιν ταύτην τόν τε γάμον τοι τοῦτον ἔσπευσα καὶ ἐπὶ τὰ παραλαμβανόμενα οὐκ ἀποπέμπω, φυλακὴν ἔχων, εἴ κως δυναίμην ἐπὶ τῆς ἐμῆς σε ζόης διακλέψαι.
因此,考虑到这个幻象,我急着为你办了这桩婚事,而且不打发你去参加当前面临的活动,我保持着戒备,看看是否能在我的有生之年,设法把你从命运中救出来。
εἷς γὰρ μοι μοῦνος τυγχάνεις ἐὼν παῖς· τὸν γὰρ δὴ ἕτερον διεφθαρμένον τὴν ἀκοὴν οὐκ εἶναί μοι λογίζομαι.
因为你碰巧是我唯一的儿子;至于另外一个听力受损的儿子,我并不认为他是属于我的存在。 ”