Humanitext Reader

希罗多德 · 历史 §1.180.1-1.180.4

幼发拉底河穿流巴比伦与城市街道布局

第 180 段,共 1577 段 · 希腊语

内容简介

描述巴比伦的城市布局,包括幼发拉底河如何将城市一分为二、沿河砖墙的构造,以及呈网格状分布、通往河边并设有青铜小门的笔直街道。

§1.180.1ἐτετείχιστο μέν νυν ἡ Βαβυλὼν τρόπῳ τοιῷδε, ἔστι δὲ δύο φάρσεα τῆς πόλιος.
如此,巴比伦便以这种方式筑好了城墙;而这座城市分为两个部分。
τὸ γὰρ μέσον αὐτῆς ποταμὸς διέργει, τῷ οὔνομα ἐστὶ Εὐφρήτης· ῥέει δὲ ἐξ Ἀρμενίων, ἐὼν μέγας καὶ βαθὺς καὶ ταχύς· ἐξιεῖ δὲ οὗτος ἐς τὴν Ἐρυθρὴν θάλασσαν.
因为一条河流从其中间穿过,将其隔开,其名叫作幼发拉底河;它发源于亚美尼亚人之地,既宽阔、深邃又湍急,最后注入红海。
§1.180.2τὸ ὦν δὴ τεῖχος ἑκάτερον τοὺς ἀγκῶνας ἐς τὸν ποταμὸν ἐλήλαται· τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ παρὰ χεῖλος ἑκάτερον τοῦ ποταμοῦ αἱμασιὴ πλίνθων ὀπτέων παρατείνει.
于是,两边的城墙都把弯曲的末端一直延伸到河边;自此以后,沿着河的两岸,一条由烧砖筑成的护墙作为折角部分伸展出去。
§1.180.3τὸ δὲ ἄστυ αὐτό, ἐὸν πλῆρες οἰκιέων τριωρόφων καὶ τετρωρόφων, κατατέτμηται τὰς ὁδοὺς ἰθέας τάς τε ἄλλας καὶ τὰς ἐπικαρσίας τὰς ἐπὶ τὸν ποταμὸν ἐχούσας.
至于城市本身,虽然密集地建满了三层和四层高的房屋,但街道被开辟得笔直,无论是其他街道,还是那些通往河边的横向街道,皆是如此。
§1.180.4κατὰ δὴ ὦν ἑκάστην ὁδὸν ἐν τῇ αἱμασιῇ τῇ παρὰ τὸν ποταμὸν πυλίδες ἐπῆσαν, ὅσαι περ αἱ λαῦραι, τοσαῦται ἀριθμόν· ἦσαν δὲ καὶ αὗται χάλκεαι φέρουσαι ἐς αὐτὸν τὸν ποταμόν.
于是,在沿着河边的护墙上,对应于每一条通道,都设有小门,其数量与胡同的数量相同;这些小门也是青铜制成的,一直通向河流本身。

词汇与语法注释

  1. §1.180.2τοὺς ἀγκῶνας — 意为“肘部”或“折弯处”。在此指外墙延伸至河岸并折弯的转角或末端。宾格 τοὺς ἀγκῶνας 在被动完结式动词 ἐλήλαται 中用作关系宾格(或保留宾格)。
  2. §1.180.2τὸ δὲ ἀπὸ τούτου αἱ ἐπικαμπαὶ — τὸ ἀπὸ τούτου 用作副词,意为“自此以后”。单数动词 παρατείνει 的主语是单数名词 αἱμασιὴ。复数主格 αἱ ἐπικαμπαὶ(意为“折角部分”或“回折墙”)与 αἱμασιὴ 同格,或作为悬空主格用来解释城墙延伸的性质。
  3. §1.180.3κατατέτμηται τὰς ὁδοὺς ἰθέας — 动词 κατατέτμηται 是被动完结式。τὰς ὁδοὺς 在此作关系宾格(或保留宾格),意为“就其道路而言被开辟”。ἰθέας(形容词 ἰθύς 的阴性复数宾格)作述语性修饰,描述道路的状态(“笔直地”)。
  4. §1.180.3ἐχούσας — 分词 ἐχούσας 与介词短语 ἐπὶ τὸν ποταμὸν 连用,作不及物动词,意为“通向”或“朝向”河流。这是 ἔχω 伴随表示方向的副词性短语时,表示“延伸”或“朝向”的不及物动词惯用法。

引用这一段

希罗多德, 历史 §1.180.1-1.180.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.180.1-1.180.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。