Humanitext Reader

希罗多德 · 历史 §1.179.1-1.179.4

巴比伦城墙的建造方法与青铜门

第 179 段,共 1577 段 · 希腊语

内容简介

详细介绍了巴比伦城墙和壕沟的具体建造方法,即利用挖掘壕沟所得泥土制成的烧砖与热沥青进行施工。此外,还说明了城墙上的构造、青铜城门,以及作为沥青来源的伊斯城的河流。

§1.179.1δεῖ δή με πρὸς τούτοισι ἔτι φράσαι ἵνα τε ἐκ τῆς τάφρου ἡ γῆ ἀναισιμώθη, καὶ τὸ τεῖχος ὅντινα τρόπον ἔργαστο.
此外,我还必须说明从壕沟里挖出来的泥土用在了何处,以及城墙是以何种方式建造起来的。
ὀρύσσοντες ἅμα τὴν τάφρον ἐπλίνθευον τὴν γῆν τὴν ἐκ τοῦ ὀρύγματος ἐκφερομένην, ἑλκύσαντες δὲ πλίνθους ἱκανὰς ὤπτησαν αὐτὰς ἐν καμίνοισι·
他们在挖掘壕沟的同时,将从挖出处运出来的泥土制成砖块,并在模铸出足够数量的砖块后,将它们在窑中烘烤。
§1.179.2μετὰ δὲ τέλματι χρεώμενοι ἀσφάλτῳ θερμῇ καὶ διὰ τριήκοντα δόμων πλίνθου ταρσοὺς καλάμων διαστοιβάζοντες, ἔδειμαν πρῶτα μὲν τῆς τάφου τὰ χείλεα, δευτέρα δὲ αὐτὸ τὸ τεῖχος τὸν αὐτὸν τρόπον.
随后,他们用热沥青作为灰泥,并且每隔三十层砖就夹入一层编好的芦苇垫,首先筑起了壕沟的边缘,其次又以同样的方法筑起了城墙本身。
§1.179.3ἐπάνω δὲ τοῦ τείχεος παρὰ τὰ ἔσχατα οἰκήματα μουνόκωλα ἔδειμαν, τετραμμένα ἐς ἄλληλα· τὸ μέσον δὲ τῶν οἰκημάτων ἔλιπον τεθρίππῳ περιέλασιν.
在城墙之上,沿着边缘,他们建造了互相对视的单间小屋;在这些小屋之间,他们留出了足够让一辆四马战车驶过并转圈的空间。
πύλαι δὲ ἐνεστᾶσι πέριξ τοῦ τείχεος ἑκατόν, χάλκεαι πᾶσαι, καὶ σταθμοί τε καὶ ὑπέρθυρα ὡσαύτως.
城墙四周共设有一百扇门,全部是青铜制成的,门框和门楣也是如此。
§1.179.4ἔστι δὲ ἄλλη πόλις ἀπέχουσα ὀκτὼ ἡμερέων ὁδὸν ἀπὸ Βαβυλῶνος· Ἲς οὔνομα αὐτῇ.
距离巴比伦有八天路程的地方还有另一座城市,名字叫作伊斯。
ἔνθα ἐστὶ ποταμὸς οὐ μέγας· Ἲς καὶ τῷ ποταμῷ τὸ οὔνομα· ἐσβάλλει δὲ οὗτος ἐς τὸν Εὐφρήτην ποταμὸν τὸ ῥέεθρον.
那里有一条不大的河流,河流的名字也叫作伊斯;它将自己的溪流注入幼发拉底河。
οὗτος ὦν ὁ Ἲς ποταμὸς ἅμα τῷ ὕδατι θρόμβους ἀσφάλτου ἀναδιδοῖ πολλούς, ἔνθεν ἡ ἄσφαλτος ἐς τὸ ἐν Βαβυλῶνι τεῖχος ἐκομίσθη.
而这条伊斯河在流淌水流的同时,会喷出许多沥青块,巴比伦城墙所用的沥青就是从那里运来的。

词汇与语法注释

  1. §1.179.1ἵνα — 并非引导目的从句的连词(为了),而是表示“在何处/往何处”的疑问副词,引导间接疑问从句,作为前文不定式 φράσαι 的宾语。
  2. §1.179.1ἑλκύσαντες — 动词 ἑλκύω 的不定过去时主动分词。它描述了制砖的具体工序,即从模具中“拉出”粘土,或“拉展”泥土。
  3. §1.179.3τεθρίππῳ περιέλασιν — 与格 τεθρίππῳ(为了四马战车)修饰名词 περιέλασιν(环绕、通过),意思是“供四马战车驶过或转弯的空间”。
  4. §1.179.4τὸ ῥέεθρον — 作为动词 ἐσβάλλει(注入)的直接宾语或关系对格(“关于其流向”),具体说明了河流汇入幼发拉底河的流水。

引用这一段

希罗多德, 历史 §1.179.1-1.179.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.179.1-1.179.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。